Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.95 Aeschin. 2.98 (English) >>Aeschin. 2.102

2.96

καὶ ταύτης τῆς πρεσβείας οὐ κατηγόρεις μου διδόντος τὰς εὐθύνας, ἀλλ’ ἐπὶ ταύτην [Note] ἥκεις τὴν ἐπὶ τοὺς ὅρκους, ὑπὲρ ἧς ἐγὼ σαφῶς καὶ δικαίως ἀπολογήσομαι. σοὶ μὲν γὰρ ἁρμόττει καὶ πᾶσι τοῖς ψευδομένοις μεταφέρειν τοὺς χρόνους, ἐμοὶ δ’ ἐφεξῆς λέγειν, ἀναλαβόντι τὴν ἀρχὴν τοῦ λόγου ἀπὸ τῆς πορείας τῆς ἐπὶ τοὺς ὅρκους. [Note]

2.97

πρῶτον μὲν γὰρ δέκα πρέσβεων ὄντων, ἑνδεκάτου δὲ τοῦ συμπεμφθέντος ἡμῖν ἀπὸ τῶν συμμάχων, οὐδεὶς αὐτῷ συσσιτεῖν, ὅτ’ ἐξῇμεν ἐπὶ τὴν ὑστέραν πρεσβείαν, ἤθελεν, οὐδὲ [Note] ἐν ταῖς ὁδοῖς, ὅπου δυνατὸν ἦν, εἰς ταὐτὸν πανδοκεῖον καταλύειν, ὁρῶντες αὐτὸν ἐν τῇ προτέρᾳ πρεσβείᾳ πᾶσιν αὐτοῖς ἐπιβεβουλευκότα.

2.98

περὶ μὲν οὖν τῆς ἐπὶ Θρᾴκης ὁδοῦ οὐκ ἐγένετο μνεία· οὔτε [Note] γὰρ τὸ ψήφισμα τοῦθ’ ἡμῖν προσέταττεν, ἀλλ’ ἀπολαβεῖν μόνον τοὺς ὅρκους καὶ ἄλλ’ ἄττα, οὔτ’ ἐλθόντας πράττειν οὐδὲν ἐνεδέχετο, τῶν περὶ Κερσοβλέπτην ἤδη γεγενημένων, ὡς ἀρτίως ἠκούσατε, οὔθ’ οὗτος οὐδὲν ἀληθὲς εἶπεν, ἀλλὰ ψεύδεται καὶ κατηγορεῖν οὐδὲν ἀληθὲς ἔχων τερατεύεται.

2.99

συνηκολούθουν δ’ αὐτῷ ἄνθρωποι δύο στρωματόδεσμα φέροντες· ἐν δὲ τῷ ἑτέρῳ τούτων, ὡς αὐτὸς ἔφη, τάλαντον ἐνῆν ἀργυρίου. ὥστε τοὺς συμπρέσβεις ἀναμιμνῄσκεσθαι τὰς ἀρχαίας ἐπωνυμίας αὐτοῦ· ἐν παισὶ μὲν γὰρ ὢν ἐκλήθη δι’ αἰσχρουργίαν τινὰ καὶ κιναιδίαν Βάταλος, ἐκ παίδων δὲ ἀπαλλαττόμενος καὶ δεκαταλάντους δίκας ἑκάστῳ τῶν ἐπιτρόπων λαγχάνων, Ἀργᾶς, [Note] ἀνὴρ δὲ γενόμενος προσείληφε τὴν τῶν πονηρῶν κοινὴν ἐπωνυμίαν, συκοφάντης.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.95 Aeschin. 2.98 (English) >>Aeschin. 2.102

Powered by PhiloLogic