Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.92 Aeschin. 2.96 (English) >>Aeschin. 2.99

2.94

ἐπεχείρησας δ’ εἰπεῖν, ὡς καὶ τὴν ἐπὶ τοὺς Ἀμφικτύονας πρεσβείαν ἐξομοσάμενος παρεπρέσβευσα, καὶ ψήφισμα τὸ μὲν ἀνέγνως, τὸ δὲ ὑπερέβης. ἐγὼ δ’ αἱρεθεὶς πρεσβευτὴς ἐπὶ τοὺς Ἀμφικτύονας, ἀρρώστως δ’ ἔχων, καὶ μετὰ πολλῆς προθυμίας ἀπαγγέλλων ἀφ’ ἧς ἧκον πρεσβείας πρὸς ὑμᾶς, τὴν μὲν πρεσβείαν οὐκ ἐξωμοσάμην, ἀλλ’ ὑπεσχόμην πρεσβεύσειν, ἐὰν δυνατός, πρὸς δὲ τὴν βουλὴν ἀπιόντων τῶν συμπρέσβεων τὸν ἀδελφὸν τὸν ἐμαυτοῦ καὶ τὸν ἀδελφιδοῦν καὶ τὸν ἰατρὸν ἔπεμψα, οὐκ ἐξομουμένους·

2.95

οὐδὲ γὰρ νόμος ἐᾷ τὰς ἐκ τοῦ δήμου χειροτονίας ἐν τῇ βουλῇ ἐξόμνυσθαι· ἀλλὰ τὴν ἀρρωστίαν μου δηλώσοντας.

ἐπειδὴ δὲ οἱ συμπρέσβεις πυθόμενοι τὰ περὶ τοὺς Φωκέας συμβάντα ἀνέστρεψαν, γενομένης ἐκκλησίας ἤδη παρὼν καὶ δυνάμενος τῷ σώματι, προσαναγκάζοντος τοῦ δήμου μηδὲν ἧττον πρεσβεύειν ἡμᾶς τοὺς ἐξ ἀρχῆς αἱρεθέντας ἅπαντας, ἀψευδεῖν πρὸς Ἀθηναίους ᾤμην δεῖν.

2.96

καὶ ταύτης τῆς πρεσβείας οὐ κατηγόρεις μου διδόντος τὰς εὐθύνας, ἀλλ’ ἐπὶ ταύτην [Note] ἥκεις τὴν ἐπὶ τοὺς ὅρκους, ὑπὲρ ἧς ἐγὼ σαφῶς καὶ δικαίως ἀπολογήσομαι. σοὶ μὲν γὰρ ἁρμόττει καὶ πᾶσι τοῖς ψευδομένοις μεταφέρειν τοὺς χρόνους, ἐμοὶ δ’ ἐφεξῆς λέγειν, ἀναλαβόντι τὴν ἀρχὴν τοῦ λόγου ἀπὸ τῆς πορείας τῆς ἐπὶ τοὺς ὅρκους. [Note]

2.97

πρῶτον μὲν γὰρ δέκα πρέσβεων ὄντων, ἑνδεκάτου δὲ τοῦ συμπεμφθέντος ἡμῖν ἀπὸ τῶν συμμάχων, οὐδεὶς αὐτῷ συσσιτεῖν, ὅτ’ ἐξῇμεν ἐπὶ τὴν ὑστέραν πρεσβείαν, ἤθελεν, οὐδὲ [Note] ἐν ταῖς ὁδοῖς, ὅπου δυνατὸν ἦν, εἰς ταὐτὸν πανδοκεῖον καταλύειν, ὁρῶντες αὐτὸν ἐν τῇ προτέρᾳ πρεσβείᾳ πᾶσιν αὐτοῖς ἐπιβεβουλευκότα.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.92 Aeschin. 2.96 (English) >>Aeschin. 2.99

Powered by PhiloLogic