Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.90 Aeschin. 2.93 (English) >>Aeschin. 2.97

2.92

ἀκούετε ὅτι Μουνιχιῶνος ἐψηφίσθη τρίτῃ ἱσταμένου. δὲ Κερσοβλέπτης πόσαις πρότερον ἡμέραις ἀπώλεσε τὴν ἀρχὴν πρὶν ἐμὲ ἀπιέναι; ὥς φησι Χάρης στρατηγός, [Note] τοῦ προτέρου μηνός, εἴπερ Ἐλαφηβολιών ἐστι Μουνιχιῶνος πρότερος. ἐδυνάμην ἂν οὖν ἐγὼ σῶσαι Κερσοβλέπτην, ὃς πρὶν ἐμὲ ἐξορμᾶν οἴκοθεν ἀπωλώλει; ἔπειτα οἴεσθέ τι τοῦτον ἀληθὲς εἰρηκέναι περὶ τῶν ἐν Μακεδονίᾳ πραχθέντων περὶ τῶν ἐν Θετταλίᾳ, ὃς τοῦ βουλευτηρίου καὶ τῶν δημοσίων γραμμάτων καὶ τοῦ χρόνου καὶ τῶν ἐκκλησιῶν καταψεύδεται;

2.93

καὶ τὸν Κερσοβλέπτην Ἀθήνησι μὲν ἔκσπονδον ἐποίεις, [Note] ἐν Ὠρεῷ δ’ ἠλέεις; καὶ νῦν μὲν δωροδοκίας κατηγορεῖς, πρότερον δ’ ὑπέμεινας τὴν ἐπιβολὴν τῆς βουλῆς τῆς ἐξ Ἀρείου πάγου, οὐκ ἐπεξιὼν τῇ τοῦ τραύματος γραφῇ, ἣν ἐγράψω Δημομέλην τὸν Παιανιέα, ἀνεψιὸν ὄντα, ἐπιτεμὼν τὴν σαυτοῦ κεφαλήν; καὶ σεμνολογεῖ [Note] ὡς [Note] οὐκ εἰδόσι τούτοις ὅτι Δημοσθένους υἱὸς εἶ νόθος τοῦ μαχαιροποιοῦ;

2.94

ἐπεχείρησας δ’ εἰπεῖν, ὡς καὶ τὴν ἐπὶ τοὺς Ἀμφικτύονας πρεσβείαν ἐξομοσάμενος παρεπρέσβευσα, καὶ ψήφισμα τὸ μὲν ἀνέγνως, τὸ δὲ ὑπερέβης. ἐγὼ δ’ αἱρεθεὶς πρεσβευτὴς ἐπὶ τοὺς Ἀμφικτύονας, ἀρρώστως δ’ ἔχων, καὶ μετὰ πολλῆς προθυμίας ἀπαγγέλλων ἀφ’ ἧς ἧκον πρεσβείας πρὸς ὑμᾶς, τὴν μὲν πρεσβείαν οὐκ ἐξωμοσάμην, ἀλλ’ ὑπεσχόμην πρεσβεύσειν, ἐὰν δυνατός, πρὸς δὲ τὴν βουλὴν ἀπιόντων τῶν συμπρέσβεων τὸν ἀδελφὸν τὸν ἐμαυτοῦ καὶ τὸν ἀδελφιδοῦν καὶ τὸν ἰατρὸν ἔπεμψα, οὐκ ἐξομουμένους·



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.90 Aeschin. 2.93 (English) >>Aeschin. 2.97

Powered by PhiloLogic