Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.6 Aeschin. 2.9 (English) >>Aeschin. 2.13

2.8

εἰμὶ μὲν γὰρ κινδυνεύων ἐγὼ νυνὶ περὶ τοῦ σώματος, τῆς δὲ κατηγορίας τὴν πλείστην πεποίηται Φιλοκράτους καὶ Φρύνωνος καὶ τῶν ἄλλων συμπρέσβεων, καὶ Φιλίππου καὶ τῆς εἰρήνης καὶ τῶν Εὐβούλου πολιτευμάτων, ἐν ἅπασι δὲ τούτοις ἐγὼ τέταγμαι. μόνος δ’ ἐν τῷ λόγῳ φαίνεται κηδεμὼν τῆς πόλεως Δημοσθένης, οἱ δ’ ἄλλοι προδόται· διατετέλεκε γὰρ εἰς ἡμᾶς ὑβρίζων, καὶ λοιδορίας ψευδεῖς οὐκ ἐμοὶ μόνον λοιδορούμενος, ἀλλὰ καὶ τοῖς ἄλλοις.

2.9

ὃν δ’ οὕτως ἀτιμάζει, πάλιν ἐκ μεταβολῆς, ὅπου ἂν τύχῃ, [Note] ὥσπερ Ἀλκιβιάδην Θεμιστοκλέα κρίνων, οἳ πλεῖστον τῶν Ἑλλήνων δόξῃ διήνεγκαν, ἀνῃρηκέναι μὲν αἰτιᾶται [Note] τὰς ἐν Φωκεῦσι πόλεις, ἀπηλλοτριωκέναι δ’ ὑμῶν τὸν ἐπὶ Θράκης τόπον, ἐκβεβληκέναι δὲ τῆς ἀρχῆς Κερσοβλέπτην, ἄνδρα φίλον καὶ σύμμαχον τῆς πόλεως.

2.10

ἐνεχείρησε δ’ ἀπεικάζειν με Διονυσίῳ τῷ Σικελίας τυράννῳ, καὶ μετὰ σπουδῆς καὶ κραυγῆς πολλῆς παρεκελεύσαθ’ ὑμῖν φυλάξασθαι, καὶ τὸ τῆς ἱερείας ἐνύπνιον τῆς ἐν Σικελίᾳ διηγήσατο. οὕτω δ’ ἄνω τὸ πρᾶγμα ἐξάρας, ἐφθόνησέ μου ταῖς διαβολαῖς, τὰς αἰτίας ἀνατιθεὶς τῶν πεπραγμένων οὐ τοῖς ἐμοῖς λόγοις, ἀλλὰ τοῖς ὅπλοις τοῖς Φιλίππου.

2.11

πρὸς δὴ τοσαύτην τόλμαν καὶ τερατείαν ἀνθρώπου χαλεπὸν καὶ διαμνημονεῦσαι [Note] καθ’ ἕκαστα, καὶ λέγειν μετὰ κινδύνου πρὸς ἀπροσδοκήτους διαβολάς. ὅθεν δ’ ἡγοῦμαι σαφεστάτους τέ μοι τοὺς λόγους ἔσεσθαι καὶ γνωρίμους ὑμῖν καὶ δικαίους, ἐντεῦθεν ἄρξομαι, ἀπὸ τῶν περὶ τῆς εἰρήνης λόγων καὶ τῆς αἱρέσεως τῆς πρεσβείας· οὕτω γὰρ μάλιστα καὶ μεμνήσομαι, καὶ δυνήσομαι εἰπεῖν, καὶ ὑμεῖς μαθήσεσθε.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.6 Aeschin. 2.9 (English) >>Aeschin. 2.13

Powered by PhiloLogic