Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.81 Aeschin. 2.85 (English) >>Aeschin. 2.88

2.83

ἐν δὲ ταύτῃ τῇ ἐκκλησίᾳ Κριτόβουλος Λαμψακηνὸς εἶπε παρελθών, ὅτι πέμψειε μὲν αὑτὸν Κερσοβλέπτης, ἀξιοίη [Note] δὲ ἀποδοῦναι τοὺς ὅρκους τοῖς Φιλίππου πρέσβεσι, καὶ συναναγραφῆναι Κερσοβλέπτην ἐν τοῖς ὑμετέροις συμμάχοις. ῥηθέντων δὲ τῶν λόγων τούτων, Ἀλεξίμαχος Πήληξ δίδωσιν ἀναγνῶναι ψήφισμα τοῖς προέδροις, ἐν ἐγέγραπτο ἀποδοῦναι τοὺς ὅρκους Φιλίππῳ μετὰ τῶν ἄλλων συμμάχων τὸν ἥκοντα παρὰ Κερσοβλέπτου.

2.84

ἀναγνωσθέντος δὲ τοῦ ψηφίσματος, καὶ ταῦτα οἶμαι πάντας ὑμᾶς μνημονεύειν, ἀναστὰς ἐκ τῶν προέδρων Δημοσθένης οὐκ ἔφη τὸ ψήφισμα ἐπιψηφιεῖν, οὐδὲ λύσειν τὴν πρὸς Φίλιππον εἰρήνην, οὐδὲ γιγνώσκειν τῶν συμμάχων τοὺς ὥσπερ συνεφαπτομένους τοῖς σπένδουσι τῶν ἱερῶν· ἀποδοθῆναι γὰρ περὶ τούτων ἑτέραν ἐκκλησίαν. βοώντων δὲ ὑμῶν καὶ τοὺς προέδρους ἐπὶ τὸ βῆμα καλούντων, οὕτως ἄκοντος αὐτοῦ τὸ ψήφισμα ἐπεψηφίσθη.

2.85

ὅτι δ’ ἀληθῆ λέγω, κάλει μοι τὸν γράψαντα τὸ ψήφισμα Ἀλεξίμαχον καὶ τοὺς συμπροέδρους τοὺς Δημοσθένους, καὶ τὴν μαρτυρίαν ἀνάγνωθι.Μαρτυρία

μὲν τοίνυν ἐπιδακρύσας ἀρτίως ἐνταυθοῖ Δημοσθένης μνησθεὶς Κερσοβλέπτου, φαίνεται τῆς συμμαχίας ἐκκλῄων αὐτόν. ὡς δ’ παροῦσα ἐκκλησία διελύθη, ἐξώρκιζον τοὺς συμμάχους οἱ τοῦ Φιλίππου πρέσβεις ἐν τῷ στρατηγίῳ τῷ ὑμετέρῳ.

2.86

τετόλμηκε δὲ πρὸς ὑμᾶς εἰπεῖν κατήγορος, ὡς ἀπὸ τῶν ἱερῶν ἐγὼ Κριτόβουλον ἀπήλασα τὸν πρεσβευτὴν τὸν παρὰ Κερσοβλέπτου, παρόντων μὲν τῶν συμμάχων, ἐψηφισμένου δὲ τοῦ δήμου, παρακαθημένων δὲ τῶν στρατηγῶν, πόθεν τοσαύτην ῥώμην λαβών; πῶς ἂν τὸ πρᾶγμα ἐσιγήθη; εἰ δ’ ἄρα ἐγὼ ἐτόλμων τοῦτο ποιεῖν, ἐπέτρεψας ἄν, Δημόσθενες, καὶ οὐκ ἐνέπλησας βοῆς καὶ κραυγῆς τὴν ἀγοράν, ὁρῶν με, ὡς ἔφησθ’ [Note] ἀρτίως, ὠθοῦντα ἀπὸ τῶν ἱερῶν τὸν πρεσβευτήν; καλείτω δέ μοι τοὺς στρατηγοὺς κῆρυξ καὶ τοὺς συνέδρους τῶν συμμάχων, καὶ τὰς μαρτυρίας αὐτῶν ἀκούσατε.Μαρτυρίαι



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.81 Aeschin. 2.85 (English) >>Aeschin. 2.88

Powered by PhiloLogic