Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.78 Aeschin. 2.81 (English) >>Aeschin. 2.85

2.80

χρὴ δέ, ἄνδρες Ἀθηναῖοι, τοὺς μὲν πρέσβεις θεωρεῖν πρὸς τὸν καιρὸν καθ’ ὃν ἐπρέσβευον, τοὺς δὲ στρατηγοὺς πρὸς τὰς δυνάμεις ὧν ἡγοῦντο. καὶ γὰρ τὰς εἰκόνας ἵστατε, καὶ τὰς προεδρίας καὶ τοὺς στεφάνους καὶ τὰς ἐν πρυτανείῳ σιτήσεις δίδοτε, οὐ τοῖς τὴν εἰρήνην ἀπαγγείλασιν, ἀλλὰ τοῖς τὴν μάχην νικήσασιν. εἰ δ’ ἔσονται τῶν πολέμων αἱ μὲν εὔθυναι τῶν πρέσβεων, αἱ δὲ δωρεαὶ τῶν στρατηγῶν, ἀσπόνδους καὶ ἀκηρύκτους τοὺς πολέμους ποιήσετε· οὐδεὶς γὰρ ἐθελήσει πρεσβεύειν.

2.81

περὶ δὲ Κερσοβλέπτου καὶ Φωκέων καὶ τῶν ἄλλων πρὸς τούτοις διαβέβλημαι, ὑπόλοιπον εἰπεῖν. ἐγὼ γὰρ, ἄνδρες Ἀθηναῖοι, καὶ ἐν τῇ προτέρᾳ καὶ ἐν τῇ ὑστέρᾳ πρεσβείᾳ, μὲν εἶδον, ὡς εἶδον, ὑμῖν ἀπήγγελλον, δ’ ἤκουσα, ὡς ἤκουσα. τίνα οὖν ἦν ἑκάτερα τούτων, τε εἶδον τε ἤκουσα περὶ Κερσοβλέπτου; εἶδον μὲν ἐγὼ καὶ οἱ συμπρέσβεις ἅπαντες ὁμηρεύοντα τὸν υἱὸν τὸν Κερσοβλέπτου παρὰ Φιλίππῳ· καὶ ἔτι καὶ νῦν τοῦθ’ οὕτως ἔχει.

2.82

συνέβαινε δέ, ὅτε τὴν προτέραν ἐπρεσβεύομεν πρεσβείαν, ἐμοὶ μὲν μετὰ τῶν συμπρέσβεων ἀπιέναι δεῦρο, Φιλίππῳ δ’ ἐπὶ Θράκην ἐξιέναι, πρὸς δ’ ἡμᾶς ὡμολογηκέναι, ἕως ἂν ὑμεῖς περὶ τῆς εἰρήνης βουλεύσησθε, μὴ ἐπιβήσεσθαι μεθ’ ὅπλων Χερρονήσου. ἐν ἐκείνῃ μὲν οὖν τῇ ἡμέρᾳ ὑμεῖς ἐψηφίσασθε τὴν εἰρήνην, οὐδεμία μνεία ἐγένετο περὶ Κερσοβλέπτου· ἤδη δὲ ἡμῶν κεχειροτονημένων ἐπὶ τοὺς ὅρκους, οὔπω δὲ ἀπηρκότων ἐπὶ τὴν ὑστέραν πρεσβείαν, ἐκκλησία γίγνεται, ἐν Δημοσθένης νυνὶ κατηγορῶν ἐμοῦ λαγχάνει προεδρεύειν.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.78 Aeschin. 2.81 (English) >>Aeschin. 2.85

Powered by PhiloLogic