Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.77 Aeschin. 2.80 (English) >>Aeschin. 2.83

2.79

ἐπιτιμᾷς δέ μοι καὶ τὴν ἐν τοῖς μυρίοις ἐν Ἀρκαδίᾳ δημηγορίαν καὶ πρεσβείαν, καὶ μεταβεβλῆσθαί με φῄς, αὐτὸς ὢν ἀνδραποδώδης καὶ μόνον οὐκ ἐστιγμένος αὐτόμολος. ἐγὼ δ’ ἐν μὲν τῷ πολέμῳ συνίστην, καθ’ ὅσον ἦν δυνατός, Ἀρκάδας καὶ τοὺς ἄλλους Ἕλληνας ἐπὶ Φίλιππον· οὐδενὸς δ’ ἀνθρώπων ἐπικουροῦντος τῇ πόλει, ἀλλὰ τῶν μὲν περιορώντων τι συμβήσεται, τῶν δὲ συνεπιστρατευόντων, τῶν δ’ ἐν τῇ πόλει ῥητόρων χορηγὸν ταῖς καθ’ ἡμέραν δαπάναις τὸν πόλεμον ποιουμένων, ὁμολογῶ συμβουλεῦσαι τῷ δήμῳ διαλύσασθαι πρὸς Φίλιππον καὶ τὴν εἰρήνην συνθέσθαι, ἣν σὺ νομίζεις νῦν αἰσχράν, [Note] οὐδὲ πώποθ’ ἁψάμενος ὅπλων, ἐγὼ δὲ ταύτην εἶναι πολλῷ φημι καλλίω τοῦ πολέμου.

2.80

χρὴ δέ, ἄνδρες Ἀθηναῖοι, τοὺς μὲν πρέσβεις θεωρεῖν πρὸς τὸν καιρὸν καθ’ ὃν ἐπρέσβευον, τοὺς δὲ στρατηγοὺς πρὸς τὰς δυνάμεις ὧν ἡγοῦντο. καὶ γὰρ τὰς εἰκόνας ἵστατε, καὶ τὰς προεδρίας καὶ τοὺς στεφάνους καὶ τὰς ἐν πρυτανείῳ σιτήσεις δίδοτε, οὐ τοῖς τὴν εἰρήνην ἀπαγγείλασιν, ἀλλὰ τοῖς τὴν μάχην νικήσασιν. εἰ δ’ ἔσονται τῶν πολέμων αἱ μὲν εὔθυναι τῶν πρέσβεων, αἱ δὲ δωρεαὶ τῶν στρατηγῶν, ἀσπόνδους καὶ ἀκηρύκτους τοὺς πολέμους ποιήσετε· οὐδεὶς γὰρ ἐθελήσει πρεσβεύειν.

2.81

περὶ δὲ Κερσοβλέπτου καὶ Φωκέων καὶ τῶν ἄλλων πρὸς τούτοις διαβέβλημαι, ὑπόλοιπον εἰπεῖν. ἐγὼ γὰρ, ἄνδρες Ἀθηναῖοι, καὶ ἐν τῇ προτέρᾳ καὶ ἐν τῇ ὑστέρᾳ πρεσβείᾳ, μὲν εἶδον, ὡς εἶδον, ὑμῖν ἀπήγγελλον, δ’ ἤκουσα, ὡς ἤκουσα. τίνα οὖν ἦν ἑκάτερα τούτων, τε εἶδον τε ἤκουσα περὶ Κερσοβλέπτου; εἶδον μὲν ἐγὼ καὶ οἱ συμπρέσβεις ἅπαντες ὁμηρεύοντα τὸν υἱὸν τὸν Κερσοβλέπτου παρὰ Φιλίππῳ· καὶ ἔτι καὶ νῦν τοῦθ’ οὕτως ἔχει.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.77 Aeschin. 2.80 (English) >>Aeschin. 2.83

Powered by PhiloLogic