Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.73 Aeschin. 2.76 (English) >>Aeschin. 2.79

2.75

ἐγὼ δὲ ἁπάντων μὲν τούτων ἔφην δεῖν μεμνῆσθαι, μιμεῖσθαι μέντοι τὰς τῶν προγόνων εὐβουλίας, τὰ δὲ ἁμαρτήματα αὐτῶν καὶ τὴν ἄκαιρον φιλονικίαν [Note] φυλάττεσθαι, τὴν μὲν ἐν Πλαταιαῖς πεζομαχίαν, [Note] καὶ τοὺς ἀγῶνας τοὺς περὶ Σαλαμῖνα, καὶ τὴν ἐν Μαραθῶνι μάχην, καὶ τὴν ἐπ’ Ἀρτεμισίῳ ναυμαχίαν, καὶ τὴν Τολμίδου ζηλοῦν στρατηγίαν κελεύων, ὃς χιλίους ἔχων ἐπιλέκτους Ἀθηναίων, διὰ μέσης Πελοποννήσου πολεμίας οὔσης ἀδεῶς διεξῄει.

2.76

τὴν δ’ εἰς Σικελίαν στρατείαν φυλάττεσθαι, ἣν ἐξέπεμψαν Λεοντίνοις βοηθήσοντες, τῶν πολεμίων ἐμβεβληκότων εἰς τὴν χώραν ἡμῶν καὶ Δεκελείας ἐπιτετειχισμένης, καὶ τὴν τελευταίαν ἀβουλίαν, [Note] ὅθ’ ἡττημένοι τῷ πολέμῳ, προκαλουμένων αὐτοὺς Λακεδαιμονίων εἰρήνην ἄγειν ἔχοντας πρὸς τῇ Ἀττικῇ Λῆμνον καὶ Ἴμβρον καὶ Σκῦρον καὶ δημοκρατουμένους κατὰ τοὺς νόμους, τούτων μὲν οὐδὲν ἤθελον ποιεῖν, πολεμεῖν δὲ προῃροῦντο οὐ δυνάμενοι, Κλεοφῶν δὲ λυροποιός, ὃν πολλοὶ δεδεμένον ἐν πέδαις ἐμνημόνευον, παρεγγραφεὶς αἰσχρῶς πολίτης καὶ διεφθαρκὼς νομῇ χρημάτων τὸν δῆμον, ἀποκόψειν ἠπείλει μαχαίρᾳ τὸν τράχηλον, εἴ τις εἰρήνης μνησθήσεται·

2.77

τελευτῶντες δὲ εἰς τοῦτο τὴν πόλιν προήγαγον, ὥστε ἀγαπητῶς τὴν εἰρήνην ποιήσασθαι, ἀποστάντας πάντων καὶ τὰ τείχη καθελόντας, καὶ παραδεξαμένους φρουρὰν καὶ Λακεδαιμόνιον ἁρμοστήν, καὶ τῆς δημοκρατίας τοῖς τριάκοντα ἀφεμένους, οἳ χιλίους καὶ πεντακοσίους τῶν πολιτῶν ἀκρίτους ἀπέκτειναν. τὴν μὲν τοιαύτην ἀβουλίαν ὁμολογῶ παραγγέλλειν φυλάττεσθαι, τὰ δ’ ὀλίγῳ πρότερον εἰρημένα μιμεῖσθαι. οὐ γὰρ παρὰ τῶν ἀλλοτρίων, ἀλλὰ παρὰ τοῦ πάντων οἰκειοτάτου ταῦτα ἐπυνθανόμην.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.73 Aeschin. 2.76 (English) >>Aeschin. 2.79

Powered by PhiloLogic