Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.69 Aeschin. 2.73 (English) >>Aeschin. 2.76

2.72

ἀντὶ δὲ ἀξιώματος καὶ τῆς τῶν Ἑλλήνων ἡγεμονίας, πόλις ἡμῶν τῆς [Note] Μυοννήσου καὶ τῆς τῶν λῃστῶν δόξης ἀνεπίμπλατο· Φίλιππος δὲ ὁρμηθεὶς ἐκ Μακεδονίας, οὐκέθ’ ὑπὲρ Ἀμφιπόλεως πρὸς ἡμᾶς ἠγωνίζετο, ἀλλ’ ἤδη περὶ Λήμνου καὶ Ἴμβρου καὶ Σκύρου, τῶν ἡμετέρων κτημάτων· ἐξέλειπον [Note] δὲ Χερρόνησον ἡμῶν οἱ πολῖται, τὴν οὖσαν ὁμολογουμένως Ἀθηναίων· πλείους δὲ ἐκκλησίας συγκλήτους ἠναγκάζεσθε ἐκκλησιάζειν μετὰ φόβου καὶ θορύβου, τὰς τεταγμένας ἐκ τῶν νόμων·

2.73

οὕτω δ’ ἦν σφαλερὰ καὶ ἐπικίνδυνα τὰ πράγματα, ὥστε ἠναγκάσθη γράψαι ψήφισμα Κηφισοφῶν Παιανιεύς, εἷς τῶν φίλων καὶ ἑταίρων τῶν Χάρητος, ἐκπλεῖν τὴν ταχίστην Ἀντίοχον τὸν ἐπὶ τῶν ὑπηρετικῶν, καὶ ζητεῖν τὸν στρατηγὸν τὸν ἐπὶ τῇ δυνάμει τεταγμένον, κἂν ἐντύχῃ που, φράζειν ὅτι θαυμάζει δῆμος Ἀθηναίων, εἰ Φίλιππος μὲν ἐπὶ Χερρόνησον τὴν Ἀθηναίων πορεύεται, Ἀθηναῖοι δὲ οὐδὲ τὸν στρατηγὸν ἴσασιν οὐδὲ τὴν δύναμιν ἣν ἐξέπεμΨαν, ὅπου ἐστίν. ὅτι δ’ ἀληθῆ λέγω, ἀκούσατε τοῦ Ψηφίσματος, καὶ ἀναμνήσθητε τοῦ πολέμου, καὶ τὴν εἰρήνην τοὺς τῶν ὅπλων ἡγεμόνας, ἀλλὰ μὴ τοὺς πρέσβεις, ἀπαιτεῖτε.Ψήφισμα

2.74

οἱ μὲν καιροὶ τῆς πόλεως τοιοῦτοι, ἐν οἷς οἱ περὶ τῆς εἰρήνης ἐγίγνοντο λόγοι· ἀνιστάμενοι δὲ οἱ συντεταγμένοι ῥήτορες, περὶ μὲν τῆς σωτηρίας τῆς πόλεως οὐδ’ ἐνεχείρουν λέγειν, ἀποβλέπειν δὲ εἰς τὰ προπύλαια τῆς ἀκροπόλεως ἐκέλευον ὑμᾶς, καὶ τῆς ἐν Σαλαμῖνι ναυμαχίας [Note] μεμνῆσθαι, καὶ τῶν τάφων τῶν προγόνων καὶ τῶν τροπαίων.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.69 Aeschin. 2.73 (English) >>Aeschin. 2.76

Powered by PhiloLogic