Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.4 Aeschin. 2.7 (English) >>Aeschin. 2.12

2.6

παράδοξος δέ μοι κἀκεῖνος λόγος ἐφάνη καὶ δεινῶς ἄδικος, ὅθ’ ὑμᾶς ἐπηρώτα, εἰ οἷόν τ’ ἐστὶν ἐν τῇ αὐτῇ πόλει Φιλοκράτους μὲν θάνατον καταψηφίσασθαι, ὅτι καταγνοὺς ἑαυτοῦ ἀδικεῖν τὴν κρίσιν οὐχ ὑπέμεινεν, ἐμοῦ δ’ ἀπογνῶναι. ἐγὼ δ’ ἐπ’ αὐτῷ τούτῳ δικαίως ἂν ὑπολαμβάνω μάλιστα σῴζεσθαι· εἰ γὰρ καταγνοὺς ἑαυτοῦ καὶ μὴ παρὼν ἀδικεῖ, γε ἀπογνοὺς καὶ τὸ σῶμα τοῖς νόμοις καὶ τοῖς πολίταις παραδοὺς οὐκ ἀδικεῖ.

2.7

περὶ δὲ τῆς ἄλλης κατηγορίας δέομαι ὑμῶν, ἄνδρες Ἀθηναῖοι, ἐάν τι παραλίπω καὶ μὴ μνησθῶ, ἐπερωτᾶν με καὶ δηλοῦν τι ἂν ποθῆτε ἀκοῦσαι, μηδὲν προκατεγνωκότας, [Note] ἀλλ’ ἴσῃ τῇ εὐνοίᾳ ἀκούοντας. ἀπορῶ δ’ ὁπόθεν χρὴ πρῶτον ἄρξασθαι, διὰ τὴν ἀνωμαλίαν τῆς κατηγορίας. σκέψασθε δ’ ἂν ὑμῖν εἰκός τι πρᾶγμα δόξω πάσχειν.

2.8

εἰμὶ μὲν γὰρ κινδυνεύων ἐγὼ νυνὶ περὶ τοῦ σώματος, τῆς δὲ κατηγορίας τὴν πλείστην πεποίηται Φιλοκράτους καὶ Φρύνωνος καὶ τῶν ἄλλων συμπρέσβεων, καὶ Φιλίππου καὶ τῆς εἰρήνης καὶ τῶν Εὐβούλου πολιτευμάτων, ἐν ἅπασι δὲ τούτοις ἐγὼ τέταγμαι. μόνος δ’ ἐν τῷ λόγῳ φαίνεται κηδεμὼν τῆς πόλεως Δημοσθένης, οἱ δ’ ἄλλοι προδόται· διατετέλεκε γὰρ εἰς ἡμᾶς ὑβρίζων, καὶ λοιδορίας ψευδεῖς οὐκ ἐμοὶ μόνον λοιδορούμενος, ἀλλὰ καὶ τοῖς ἄλλοις.

2.9

ὃν δ’ οὕτως ἀτιμάζει, πάλιν ἐκ μεταβολῆς, ὅπου ἂν τύχῃ, [Note] ὥσπερ Ἀλκιβιάδην Θεμιστοκλέα κρίνων, οἳ πλεῖστον τῶν Ἑλλήνων δόξῃ διήνεγκαν, ἀνῃρηκέναι μὲν αἰτιᾶται [Note] τὰς ἐν Φωκεῦσι πόλεις, ἀπηλλοτριωκέναι δ’ ὑμῶν τὸν ἐπὶ Θράκης τόπον, ἐκβεβληκέναι δὲ τῆς ἀρχῆς Κερσοβλέπτην, ἄνδρα φίλον καὶ σύμμαχον τῆς πόλεως.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.4 Aeschin. 2.7 (English) >>Aeschin. 2.12

Powered by PhiloLogic