Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.67 Aeschin. 2.69 (English) >>Aeschin. 2.73

2.68

ἐν ταύτῃ τῇ ἐκκλησίᾳ Δημοσθένην ἐπιδείξασθαι παρακαθήμενον ψήφισμα [Note] ἑαυτῷ, ἐφ’ ἐπεγέγραπτο τὸ [Note] Δημοσθένους ὄνομα, καὶ ἀνακοινοῦσθαι αὐτὸν αὑτῷ, εἰ δῷ [Note] τοῖς προέδροις ἐπιψηφίσαι, [Note] καὶ εἶναι, ἐφ’ οἷς τὴν εἰρήνην καὶ τὴν συμμαχίαν ἔγραψε ποιεῖσθαι, ἐπὶ τοῖς αὐτοῖς ἐφ’ οἷσπερ καὶ Φιλοκράτης ἐγεγράφει. κάλει δέ μοι Ἀμύντορα Ἑρχιέα, καὶ ἐκκλήτευε, ἐὰν μὴ θέλῃ δευρὶ παρεῖναι.Μαρτυρία

2.69

τῆς μὲν μαρτυρίας ἀκηκόατε, ἄνδρες Ἀθηναῖοι· σκοπεῖτε δὴ πότερα ὑμῖν δοκεῖ Δημοσθένης ἐμοῦ κατηγορηκέναι, τοὐναντίον αὐτὸς αὑτοῦ ἐπὶ τῷ ἐμῷ ὀνόματι. ἐπειδὴ δὲ καὶ τὴν δημηγορίαν μου διαβάλλει, καὶ τοὺς εἰρημένους λόγους ἐπὶ τὰ χείρω διεξέρχεται, οὔτ’ ἂν ἀποδραίην, οὔτ’ ἂν τῶν τότ’ εἰρημένων οὐδὲν ἀρνησαίμην, οὔτ’ αἰσχύνομαι ἐπ’ αὐτοῖς, ἀλλὰ καὶ φιλοτιμοῦμαι.

2.70

βούλομαι δ’ ὑμᾶς καὶ τοὺς καιροὺς ὑπομνῆσαι, ἐν οἷς ἐβουλεύεσθε. τὴν μὲν γὰρ ἀρχὴν ἐποιησάμεθα τοῦ πολέμου ὑπὲρ Ἀμφιπόλεως, συνέβαινε δ’ ἡμῶν τὸν στρατηγὸν ἐν τῷ πολέμῳ ἑβδομήκοντα μὲν καὶ πέντε πόλεις συμμαχίδας ἀποβεβληκέναι, ἃς ἐκτήσατο Τιμόθεος Κόνωνος καὶ κατέστησεν εἰς τὸ συνέδριον· (προῄρημαι γὰρ παρρησιάσασθαι, καὶ ἐλευθέρως ἅμα καὶ τἀληθῆ εἰπὼν σῴζεσθαι· ἐὰν δὲ ἄλλως πως γιγνώσκητε, καταχρήσασθέ μοι· οὐ γὰρ ἂν ὑποστειλαίμην·)

2.71

ἑκατὸν δὲ καὶ πεντήκοντα τριήρεις λαβόντα ἐκ τῶν νεωρίων μὴ κατακεκομικέναι, καὶ ταῦτα ὑμῖν ἐν τοῖς ἀγῶσιν ἀεὶ τοῖς Χάρητος οἱ κατήγοροι δεικνύουσι, χίλια δὲ καὶ πεντακόσια τάλαντα οὐκ εἰς στρατιώτας, ἀλλ’ εἰς ἡγεμόνων ἀλαζονείας ἀνηλωκέναι, Δηιάρην τε καὶ Δηίπυρον καὶ Πολυφόντην, δραπέτας ἀνθρώπους ἐκ τῆς Ἑλλάδος συνειλεγμένους, καὶ χωρὶς εἰς τοὺς περὶ τὸ βῆμα καὶ τὴν ἐκκλησίαν μισθοφόρους, οἳ τοὺς μὲν ταλαιπώρους νησιώτας καθ’ ἕκαστον ἐνιαυτὸν ἑξήκοντα τάλαντα εἰσέπραττον σύνταξιν, κατῆγον δὲ τὰ πλοῖα καὶ τοὺς Ἕλληνας ἐκ τῆς κοινῆς θαλάττης.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.67 Aeschin. 2.69 (English) >>Aeschin. 2.73

Powered by PhiloLogic