Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.64 Aeschin. 2.67 (English) >>Aeschin. 2.70

2.66

οὐκοῦν τὰ μὲν ψηφίσματα, ὡς ἐξ ἀρχῆς ἐγράφη, μένει, οἱ δὲ τῶν συκοφαντῶν λόγοι πρὸς τοὺς ἐφ’ ἡμέραν καιροὺς λέγονται. ποιεῖ δέ μου τὴν δημηγορίαν μὲν κατήγορος διαιρετήν, τὸ ψήφισμα δὲ καὶ τἀληθὲς μίαν· λόγον γὰρ μὴ προτιθέντων [Note] εἰς τὴν ὑστέραν ἐκκλησίαν τῶν προέδρων, [Note] οὐκ εἰπεῖν. τί δ’ ἂν καὶ βουλόμενος, εἴπερ ταὐτὰ Φιλοκράτει προειλόμην, κατηγόρουν μὲν πρὸς τοὺς αὐτοὺς ἀκροατὰς τῇ προτεραίᾳ, μίαν δὲ νύκτα διαλιπὼν συνηγόρουν; πότερα ὡς αὐτὸς εὐδοξήσων, ὡς ἐκεῖνον ὠφελήσων; ἀλλ’ οὐκ ἐνῆν οὐδέτερα [Note] ἐξενέγκασθαι, ἀλλ’ ὑπὸ πάντων μὲν μισεῖσθαι, περαίνειν δὲ μηδέν.

2.67

κάλει δέ μοι καὶ Ἀμύντορα Ἑρχιέα, καὶ τὴν μαρτυρίαν ἀνάγνωθι. ὃν δὲ τρόπον γέγραπται, προδιελθεῖν ὑμῖν βούλομαι. μαρτυρεῖ Ἀμύντωρ Αἰσχίνῃ, ὅτε ἐβουλεύετο δῆμος περὶ τῆς συμμαχίας τῆς πρὸς Φίλιππον κατὰ τὸ Δημοσθένους ψήφισμα, ἐν τῇ ὑστέρᾳ τῶν δυοῖν ἐκκλησιῶν, ὅτε οὐκ ἐξῆν δημηγορεῖν, ἀλλὰ τὰ περὶ τῆς εἰρήνης καὶ συμμαχίας ψηφίσματα ἐπεψηφίζετο,

2.68

ἐν ταύτῃ τῇ ἐκκλησίᾳ Δημοσθένην ἐπιδείξασθαι παρακαθήμενον ψήφισμα [Note] ἑαυτῷ, ἐφ’ ἐπεγέγραπτο τὸ [Note] Δημοσθένους ὄνομα, καὶ ἀνακοινοῦσθαι αὐτὸν αὑτῷ, εἰ δῷ [Note] τοῖς προέδροις ἐπιψηφίσαι, [Note] καὶ εἶναι, ἐφ’ οἷς τὴν εἰρήνην καὶ τὴν συμμαχίαν ἔγραψε ποιεῖσθαι, ἐπὶ τοῖς αὐτοῖς ἐφ’ οἷσπερ καὶ Φιλοκράτης ἐγεγράφει. κάλει δέ μοι Ἀμύντορα Ἑρχιέα, καὶ ἐκκλήτευε, ἐὰν μὴ θέλῃ δευρὶ παρεῖναι.Μαρτυρία



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.64 Aeschin. 2.67 (English) >>Aeschin. 2.70

Powered by PhiloLogic