Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.60 Aeschin. 2.63 (English) >>Aeschin. 2.66

2.61

παρανάγνωθι δή μοι καὶ τὸ Δημοσθένους ψήφισμα, ἐν κελεύει τοὺς πρυτάνεις μετὰ τὰ Διονύσια τὰ ἐν ἄστει καὶ τὴν ἐν Διονύσου ἐκκλησίαν προγράψαι δύο ἐκκλησίας, τὴν μὲν τῇ ὀγδόῃ ἐπὶ δέκα, τὴν δὲ τῇ ἐνάτῃ, [Note] ὁρίζων τὸν χρόνον καὶ προϋφαιρῶν τὰς ἐκκλησίας, πρὶν ἐπιδημῆσαι τοὺς ἀπὸ τῶν Ἑλλήνων πρέσβεις. καὶ τὸ μὲν τῶν συμμάχων δόγμα κελεύει, συνειπεῖν καὶ ἐγὼ ὁμολογῶ, ὑπὲρ εἰρήνης μόνον ὑμᾶς βουλεύσασθαι, Δημοσθένης δὲ καὶ περὶ συμμαχίας κελεύει. λέγε αὐτοῖς τὸ ψήφισμα.Ψήφισμα

2.62

τῶν μὲν ψηφισμάτων ἀμφοτέρων ἀκηκόατε, [Note] ὑφ’ ὧν ἐξελέγχεται Δημοσθένης τὰς ἀποδημούσας πρεσβείας ἐπιδημεῖν φάσκων, καὶ βουλομένων ὑμῶν ἀκροάσασθαι, τὸ τῶν συμμάχων ἄκυρον πεποιηκὼς δόγμα. οἱ μὲν γὰρ ἀπεφήναντο ἀναμεῖναι [Note] τὰς Ἑλληνικὰς πρεσβείας, Δημοσθένης δὲ οὐ λόγῳ μόνον κεκώλυκε περιμεῖναι, πάντων αἴσχιστα καὶ τάχιστα μετατιθέμενος, ἀλλ’ ἔργῳ καὶ ψηφίσματι, προστάξας ἤδη βεβουλεῦσθαι.

2.63

εἴρηκε δὲ ὡς ἐν τῇ προτέρᾳ τῶν ἐκκλησιῶν δημηγορήσαντος Φιλοκράτους, ὕστερον ἀναβὰς ἐγὼ κατεμεμψάμην ἣν εἰσηγεῖτο ἐκεῖνος εἰρήνην, αἰσχρὰν καὶ τῆς πόλεως ἀναξίαν εἶναι φάσκων, τῇ δ’ ὑστεραίᾳ πάλιν [Note] ὡς συναγορεύοιμι τῷ Φιλοκράτει, καὶ τὴν ἐκκλησίαν εὐημερήσας οἰχοίμην [Note] φέρων, πείθων ὑμᾶς μὴ προσέχειν τοῖς τὰς μάχας καὶ τὰ τῶν προγόνων λέγουσι τρόπαια, μηδὲ τοῖς Ἕλλησι βοηθεῖν.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.60 Aeschin. 2.63 (English) >>Aeschin. 2.66

Powered by PhiloLogic