Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.54 Aeschin. 2.58 (English) >>Aeschin. 2.61

2.57

πάντα δὲ ἐν τῷ μέρει τούτῳ τῆς κατηγορίας ἐψευσμένος, ἐπὶ τῷ καιρῷ τούτῳ δεινῶς ἐσχετλίασε. τοὺς γὰρ λόγους τούτους ἐναντίον φησὶ τῶν πρέσβεων λέγεσθαι οὓς ἔπεμψαν πρὸς ὑμᾶς οἱ Ἕλληνες μεταπεμφθέντες ὑπὸ τοῦ δήμου, ἵνα κοινῇ καὶ πολεμοῖεν, εἰ δέοι, Φιλίππῳ, [Note] καὶ τῆς εἰρήνης, εἰ τοῦτο εἶναι δοκοίη συμφέρον, μετέχοιεν. σκέψασθε δὴ πράγματος μεγάλου κλοπὴν καὶ δεινὴν ἀναισχυντίαν τἀνθρώπου. [Note] τῶν γὰρ πρεσβειῶν,

2.58

ἃς [Note] ἐξεπέμψατε εἰς τὴν Ἑλλάδα ἔτι τοῦ πολέμου τοῦ πρὸς Φίλιππον ὑμῖν ἐνεστηκότος, οἱ μὲν χρόνοι τῆς αἱρέσεως [Note] καὶ τὰ τῶν πρεσβευσάντων ὀνόματα ἐν τοῖς δημοσίοις ἀναγέγραπται γράμμασι, τὰ δὲ σώματά ἐστιν αὐτῶν οὐκ ἐν Μακεδονίᾳ, ἀλλ’ Ἀθήνησι· ταῖς δὲ ξενικαῖς πρεσβείαις βουλὴ τὰς εἰς τὸν δῆμον προσόδους προβουλεύει· οὗτος δ’ ἐφεστάναι τὰς ἀπὸ τῶν Ἑλλήνων φησὶ πρεσβείας.

2.59

παρελθὼν τοίνυν, Δημόσθενες, ἐπὶ τὸ βῆμα τοῦτο ἐν τῷ ἐμῷ λόγῳ, εἰπὲ πόλεως ἧστινος βούλει τῶν Ἑλληνίδων τοὔνομα ἐξ ἧς ἀφῖχθαι τότε φῂς τοὺς πρέσβεις· καὶ τὰ προβουλεύματα αὐτῶν ἐκ τοῦ βουλευτηρίου δὸς ἀναγνῶναι, καὶ τοὺς Ἀθηναίων κάλει πρέσβεις, οὓς ἐξέπεμψαν ἐπὶ τὰς πόλεις, μάρτυρας. κἂν παρεῖναι καὶ μὴ ἀποδημεῖν, ὅτε πόλις τὴν εἰρήνην ἐποιεῖτο, μαρτυρήσωσιν, τὰς πρὸς τὴν βουλὴν αὐτῶν προσόδους καὶ τὰ ψηφίσματα ἂν παράσχῃ ἐν σὺ φῂς ὄντα χρόνῳ, καταβαίνω καὶ θανάτου τιμῶμαι.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.54 Aeschin. 2.58 (English) >>Aeschin. 2.61

Powered by PhiloLogic