Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.54 Aeschin. 2.57 (English) >>Aeschin. 2.60

2.56

τὴν μὲν τοίνυν κοινωνίαν τῶν περὶ τῆς εἰρήνης πράξεων οὐκ ἐμὴν καὶ Φιλοκράτους, ἀλλὰ Δημοσθένους καὶ Φιλοκράτους εὑρίσκετε, καὶ τὰς πίστεις τῶν εἰρημένων ἱκανὰς ὑμῖν οἶμαι παρεσχῆσθαι· τῶν μὲν γὰρ ἀπηγγελμένων ὑμεῖς ἐστέ μοι μάρτυρες, τῶν δ’ ἐν Μακεδονίᾳ ῥηθέντων καὶ τῶν κατὰ τὴν πορείαν ἡμῖν συμβάντων τοὺς συμπρέσβεις ὑμῖν μάρτυρας παρεσχόμην. τῆς δὲ ὑπὸ Δημοσθένους ἀρτίως εἰρημένης κατηγορίας ἠκούσατε καὶ μέμνησθε, ἧς τὴν ἀρχὴν ἐποιήσατο ἀπὸ τῆς δημηγορίας ἣν εἶπον ἐγὼ περὶ τῆς εἰρήνης.

2.57

πάντα δὲ ἐν τῷ μέρει τούτῳ τῆς κατηγορίας ἐψευσμένος, ἐπὶ τῷ καιρῷ τούτῳ δεινῶς ἐσχετλίασε. τοὺς γὰρ λόγους τούτους ἐναντίον φησὶ τῶν πρέσβεων λέγεσθαι οὓς ἔπεμψαν πρὸς ὑμᾶς οἱ Ἕλληνες μεταπεμφθέντες ὑπὸ τοῦ δήμου, ἵνα κοινῇ καὶ πολεμοῖεν, εἰ δέοι, Φιλίππῳ, [Note] καὶ τῆς εἰρήνης, εἰ τοῦτο εἶναι δοκοίη συμφέρον, μετέχοιεν. σκέψασθε δὴ πράγματος μεγάλου κλοπὴν καὶ δεινὴν ἀναισχυντίαν τἀνθρώπου. [Note] τῶν γὰρ πρεσβειῶν,

2.58

ἃς [Note] ἐξεπέμψατε εἰς τὴν Ἑλλάδα ἔτι τοῦ πολέμου τοῦ πρὸς Φίλιππον ὑμῖν ἐνεστηκότος, οἱ μὲν χρόνοι τῆς αἱρέσεως [Note] καὶ τὰ τῶν πρεσβευσάντων ὀνόματα ἐν τοῖς δημοσίοις ἀναγέγραπται γράμμασι, τὰ δὲ σώματά ἐστιν αὐτῶν οὐκ ἐν Μακεδονίᾳ, ἀλλ’ Ἀθήνησι· ταῖς δὲ ξενικαῖς πρεσβείαις βουλὴ τὰς εἰς τὸν δῆμον προσόδους προβουλεύει· οὗτος δ’ ἐφεστάναι τὰς ἀπὸ τῶν Ἑλλήνων φησὶ πρεσβείας.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.54 Aeschin. 2.57 (English) >>Aeschin. 2.60

Powered by PhiloLogic