Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.52 Aeschin. 2.56 (English) >>Aeschin. 2.59

2.54

ὅτι δ’ ἀληθῆ λέγω, λαβέ μοι τὰ ψηφίσματα, ἵνα εἰδῆτε, ἄνδρες δικασταί, καὶ τὴν ἀνωμαλίαν αὐτοῦ καὶ τὸν φθόνον, καὶ τὴν τῶν πραγμάτων μετὰ Φιλοκράτους κοινωνίαν, καὶ τὸ ἦθος, ὡς ἐπίβουλον καὶ ἄπιστον. κάλει δέ μοι καὶ τοὺς συμπρέσβεις, καὶ τὰς μαρτυρίας αὐτῶν ἀνάγνωθι. [Note]Ψηφίσματα

2.55

οὐ τοίνυν μόνον ταῦτα ἔγραψεν, ἀλλὰ καὶ μετὰ ταῦτα ἐν τῇ βουλῇ θέαν εἰς τὰ Διονύσια κατανεῖμαι τοῖς πρέσβεσιν, ἐπειδὰν ἥκωσι, τοῖς Φιλίππου. λέγε καὶ τοῦτο τὸ ψήφισμα.Ψήφισμα

ἀνάγνωθι δὴ καὶ τὴν τῶν συμπρέσβεων μαρτυρίαν, ἵν’ εἰδῆτε, ἄνδρες Ἀθηναῖοι, ὅτι Δημοσθένης οὐχ ὑπὲρ τῆς πόλεως εἰπεῖν δύναται, ἀλλ’ ἐπὶ τοὺς συσσίτους καὶ ὁμοσπόνδους μελετᾷ.Μαρτυρία

2.56

τὴν μὲν τοίνυν κοινωνίαν τῶν περὶ τῆς εἰρήνης πράξεων οὐκ ἐμὴν καὶ Φιλοκράτους, ἀλλὰ Δημοσθένους καὶ Φιλοκράτους εὑρίσκετε, καὶ τὰς πίστεις τῶν εἰρημένων ἱκανὰς ὑμῖν οἶμαι παρεσχῆσθαι· τῶν μὲν γὰρ ἀπηγγελμένων ὑμεῖς ἐστέ μοι μάρτυρες, τῶν δ’ ἐν Μακεδονίᾳ ῥηθέντων καὶ τῶν κατὰ τὴν πορείαν ἡμῖν συμβάντων τοὺς συμπρέσβεις ὑμῖν μάρτυρας παρεσχόμην. τῆς δὲ ὑπὸ Δημοσθένους ἀρτίως εἰρημένης κατηγορίας ἠκούσατε καὶ μέμνησθε, ἧς τὴν ἀρχὴν ἐποιήσατο ἀπὸ τῆς δημηγορίας ἣν εἶπον ἐγὼ περὶ τῆς εἰρήνης.

2.57

πάντα δὲ ἐν τῷ μέρει τούτῳ τῆς κατηγορίας ἐψευσμένος, ἐπὶ τῷ καιρῷ τούτῳ δεινῶς ἐσχετλίασε. τοὺς γὰρ λόγους τούτους ἐναντίον φησὶ τῶν πρέσβεων λέγεσθαι οὓς ἔπεμψαν πρὸς ὑμᾶς οἱ Ἕλληνες μεταπεμφθέντες ὑπὸ τοῦ δήμου, ἵνα κοινῇ καὶ πολεμοῖεν, εἰ δέοι, Φιλίππῳ, [Note] καὶ τῆς εἰρήνης, εἰ τοῦτο εἶναι δοκοίη συμφέρον, μετέχοιεν. σκέψασθε δὴ πράγματος μεγάλου κλοπὴν καὶ δεινὴν ἀναισχυντίαν τἀνθρώπου. [Note] τῶν γὰρ πρεσβειῶν,



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.52 Aeschin. 2.56 (English) >>Aeschin. 2.59

Powered by PhiloLogic