Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.49 Aeschin. 2.53 (English) >>Aeschin. 2.56

2.51

θορυβησάντων δ’ ἐπ’ αὐτῷ τῶν μέν, ὡς δεινός τις εἴη καὶ σύντομος, τῶν δὲ πλειόνων, ὡς πονηρὸς καὶ φθονερός, “σκέψασθε δὲἔφηὡς συντόμως καὶ τἆλλα πάντα ἀπαγγελῶ. ἐδόκει δεινὸς [Note] εἶναι λέγειν Αἰσχίνῃ Φίλιππος, ἀλλ’ οὐκ ἐμοί, ἀλλ’ εἴ τις αὐτοῦ τὴν τύχην περιελὼν ἑτέρῳ περιθείη, οὐκ ἂν πολύ τι καταδεὴς εἴη.

2.52

ἐδόκει Κτησιφῶντι τὴν ὄψιν λαμπρὸς εἶναι, ἐμοὶ δ’ οὐ χείρων Ἀριστόδημος ὑποκριτής,” παρῆν δ’ ἡμῖν καὶ συνεπρέσβευε. “μνημονικόν τις αὐτόν φησιν εἶναι· καὶ γὰρ ἕτεροι. πιεῖν [Note] δεινὸς ἦν· Φιλοκράτης μεθ’ ἡμῶν δεινότερος. λόγον τίς φησιν ἐμοὶ καταλιπεῖν ὑπὲρ Ἀμφιπόλεως· ἀλλ’ οὔτ’ ἂν ὑμῖν ῥήτωρ οὗτος οὔτ’ ἂν ἐμοὶ λόγου μεταδοίη.

2.53

ταυτὶ μὲν οὖνἔφηλῆρός ἐστιν· ἐγὼ δὲ ψήφισμα γράψω καὶ τῷ κήρυκι σπείσασθαι τῷ παρὰ Φιλίππου ἥκοντι, καὶ τοῖς μέλλουσι παρ’ αὐτοῦ δεῦρο ἰέναι πρέσβεσι, καὶ τοὺς πρυτάνεις, ἐπειδὰν ἥκωσιν οἱ πρέσβεις, ἐκκλησίαν ἐπὶ δύο ἡμέρας ποιεῖν μὴ μόνον ὑπὲρ εἰρήνης, ἀλλὰ καὶ περὶ συμμαχίας, καὶ τοὺς πρέσβεις ἡμᾶς, εἰ δοκοῦμεν ἄξιοι εἶναι, ἐπαινέσαι καὶ καλέσαι ἐπὶ δεῖπνον εἰς τὸ πρυτανεῖον εἰς αὔριον.”

2.54

ὅτι δ’ ἀληθῆ λέγω, λαβέ μοι τὰ ψηφίσματα, ἵνα εἰδῆτε, ἄνδρες δικασταί, καὶ τὴν ἀνωμαλίαν αὐτοῦ καὶ τὸν φθόνον, καὶ τὴν τῶν πραγμάτων μετὰ Φιλοκράτους κοινωνίαν, καὶ τὸ ἦθος, ὡς ἐπίβουλον καὶ ἄπιστον. κάλει δέ μοι καὶ τοὺς συμπρέσβεις, καὶ τὰς μαρτυρίας αὐτῶν ἀνάγνωθι. [Note]Ψηφίσματα



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.49 Aeschin. 2.53 (English) >>Aeschin. 2.56

Powered by PhiloLogic