Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.42 Aeschin. 2.45 (English) >>Aeschin. 2.49

2.44

μέχρι μὲν οὖν τούτων οἱ συμπρέσβεις εἰσί μοι μάρτυρες, οὓς προπηλακίζων οὗτος καὶ διαβάλλων ἐν τῇ κατηγορίᾳ διατετέλεκε· τῶν δ’ ἐπὶ τοῦ βήματος παρ’ ὑμῖν λόγων ὑμεῖς ἀκηκόατε, ὥστε οὐκ ἐνέσται μοι ψεύδεσθαι. δέομαι δὲ ὑμῶν προσεπιπονῆσαι ἀκούοντας καὶ τὴν λοιπὴν διήγησιν. ὅτι μὲν γὰρ ἕκαστος ὑμῶν ποθεῖ τὰ περὶ Κερσοβλέπτην ἀκούειν καὶ τὰς περὶ Φωκέων αἰτίας, σαφῶς οἶδα, καὶ πρὸς ταῦτα σπεύδω· ἀλλ’ ἐὰν μὴ τὰ πρὸ τούτων ἀκούσητε, οὐδ’ ἐκείνοις ὁμοίως παρακολουθήσετε. ἐὰν δ’ ἐμοὶ τῷ κινδυνεύοντι εἰπεῖν δῶτε ὡς βούλομαι, καὶ σῶσαί με, εἰ μηδὲν ἀδικῶ, δυνήσεσθε, ἱκανὰς εἰληφότες ἀφορμάς, καὶ θεάσεσθε ἐκ τῶν ὁμολογουμένων καὶ τἀντιλεγόμενα.

2.45

ὡς γὰρ δεῦρ’ ἤλθομεν καὶ πρὸς τὴν βουλὴν ἐπὶ κεφαλαίων τὴν πρεσβείαν ἀπηγγείλαμεν, καὶ τὴν ἐπιστολὴν ἀπέδομεν τὴν παρὰ Φιλίππου, ἐπαινέτης ἦν ἡμῶν Δημοσθένης πρὸς τοὺς συμβουλευτάς, [Note] καὶ τὴν Ἑστίαν ἐπώμοσε τὴν βουλαίαν συγχαίρειν τῇ πόλει, ὅτι τοιούτους ἄνδρας ἐπὶ τὴν πρεσβείαν ἐξέπεμψεν, οἳ καὶ τῇ πίστει καὶ λέγοντες [Note] ἦσαν ἄξιοι τῆς πόλεως.

2.46

ὑπὲρ ἐμοῦ δὲ εἶπέ τι τοιοῦτον, ὡς οὐ ψευσαίμην τὰς τῶν ἑλομένων με ἐπὶ τὴν πρεσβείαν ἐλπίδας. τέλος δὲ πάντων· ἔγραψε γὰρ ἡμᾶς στεφανῶσαι θαλλοῦ στεφάνῳ ἕκαστον εὐνοίας ἕνεκα τῆς εἰς τὸν δῆμον, καὶ καλέσαι ἐπὶ δεῖπνον εἰς τὸ πρυτανεῖον εἰς αὔριον. ὅτι δ’ οὐδὲν ψεῦδος εἴρηκα πρὸς ὑμᾶς, λαβέτω μοι τὸ ψήφισμα γραμματεύς, καὶ τὰς τῶν συμπρέσβεων μαρτυρίας ἀναγνώτω.ΨήφισμαΜαρτυρίαι



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.42 Aeschin. 2.45 (English) >>Aeschin. 2.49

Powered by PhiloLogic