Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.37 Aeschin. 2.41 (English) >>Aeschin. 2.44

2.39

ἐπειδὴ δὲ κατέστρεψεν εἰς φιλανθρωπίαν τοὺς λόγους, καὶ τὸ συκοφάντημα προειρήκει κατ’ ἐμοῦ πρὸς τοὺς συμπρέσβεις οὗτος, ὡς ἐσομένου πολέμου καὶ διαφορᾶς αἰτίου, διέπιπτεν αὐτῷ, ἐνταῦθα ἤδη καὶ παντελῶς ἐξιστάμενος αὑτοῦ καταφανὴς ἦν, ὥστε καὶ κληθέντων ἡμῶν ἐπὶ ξένια δεινῶς ἀσχημονεῖν.

2.40

ἀφορμώντων δ’ ἡμῶν οἴκαδε ἐκ τῆς πρεσβείας, ἐξαίφνης κατὰ τὴν ὁδὸν παραδόξως ὡς [Note] φιλανθρώπως πρὸς ἕκαστον διελέγετο. τι μὲν οὖν ποτ’ ἦν κέρκωψ τὸ καλούμενον παιπάλημα τὸ παλίμβολον τὰ τοιαῦτα ῥήματα, οὐκ ᾔδειν πρότερον· νυνὶ δ’ ἐξηγητὴν τοῦτον λαβὼν τῆς ἁπάσης κακοηθείας μεμάθηκα.

2.41

διαλαμβάνων γὰρ ἕκαστον ἡμῶν ἐν μέρει, τῷ μὲν ἔρανον συστήσειν ἐπηγγέλλετο καὶ βοηθήσειν τοῖς ἰδίοις, τὸν δὲ εἰς στρατηγίαν καταστήσειν· ἐμοὶ δὲ παρακολουθῶν καὶ τὴν φύσιν μακαρίζων καὶ τοὺς λόγους οὓς εἶπον ἐγκωμιάζων πολὺς ἦν τοῖς ἐπαίνοις καὶ ἐπαχθής. συνδειπνούντων δ’ ἡμῶν ἁπάντων ἐν Λαρίσῃ, αὑτὸν μὲν ἔσκωπτε καὶ τὴν ἀπορίαν τὴν ἐν τῷ λόγῳ συμβᾶσαν ἑαυτῷ, τὸν δὲ Φίλιππον τῶν ὑπὸ τὸν ἥλιον ἀνθρώπων ἔφη πάντων εἶναι δεινότατον.

2.42

συναποφηναμένου δὲ κἀμοῦ τι τοιοῦτον, ὡς καὶ μνημονικῶς εἴποι πρὸς τὰ παρ’ ἡμῶν ῥηθέντα, Κτησιφῶντος δέ, ὅσπερ ἦν ἡμῶν πρεσβύτατος, ὑπερβολήν τινα ἑαυτοῦ παλαιότητος καὶ πλήθους ἐτῶν εἰπόντος, καὶ προσθέντος, ὡς ἐν τοσούτῳ χρόνῳ [Note] οὐ πώποθ’ οὕτως ἡδὺν οὐδ’ ἐπαφρόδιτον ἄνθρωπον ἑωρακὼς εἴη, ἀνακροτήσας Σίσυφος ὅδε τὰς χεῖρας,



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.37 Aeschin. 2.41 (English) >>Aeschin. 2.44

Powered by PhiloLogic