Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.1 Aeschin. 2.4 (English) >>Aeschin. 2.7

2.2

καὶ ταῦτ’ εἶπεν οὐ δι’ ὀργήν· οὐδεὶς γὰρ τῶν ψευδομένων τοῖς ἀδίκως διαβαλλομένοις ὀργίζεται, οὐδ’ οἱ τἀληθῆ λέγοντες κωλύουσι λόγου τυχεῖν τὸν φεύγοντα· οὐ γὰρ πρότερον κατηγορία παρὰ τοῖς ἀκούουσιν ἰσχύει, πρὶν ἂν φεύγων ἀπολογίας τυχὼν ἀδυνατήσῃ τὰς προειρημένας αἰτίας ἀπολύσασθαι.

2.3

ἀλλ’ οἶμαι Δημοσθένης οὐ χαίρει δικαίοις λόγοις, οὐδ’ οὕτω παρεσκεύασται, ἀλλὰ τὴν ὑμετέραν ὀργὴν ἐκκαλέσασθαι βεβούληται. καὶ κατηγόρηκε δωροδοκίας, ἀπίθανος ὢν πρὸς τὴν ὑποψίαν ταύτην· τὸν γὰρ ἐπὶ ταῖς δωροδοκίαις προτρεπόμενον [Note] ὀργίζεσθαι, αὐτὸν χρὴ τῶν τοιούτων ἔργων ἀπέχεσθαι. [Note]

2.4

ἐμοὶ δέ, ἄνδρες Ἀθηναῖοι, συμβέβηκε τῆς Δημοσθένους ἀκούοντι κατηγορίας μήτε δεῖσαι πώποθ’ οὕτως ὡς ἐν τῇδε τῇ ἡμέρᾳ, μήτ’ ἀγανακτῆσαι μᾶλλον νῦν, μήτ’ εἰς ὑπερβολὴν ὁμοίως ἡσθῆναι. ἐφοβήθην μὲν γάρ, καὶ ἔτι καὶ νῦν τεθορύβημαι, μή τινες ὑμῶν ἀγνοήσωσί με ψυχαγωγηθέντες τοῖς ἐπιβεβουλευμένοις καὶ κακοήθεσι τούτοις ἀντιθέτοις· ἐξέστην δ’ ἐμαυτοῦ καὶ τὴν αἰτίαν βαρέως ἤνεγκα, ὅθ’ ὕβριν καὶ παροινίαν εἰς γυναῖκα ἐλευθέραν καὶ τὸ γένος Ὀλυνθίαν κατηγόρει· ἥσθην δέ, ὅτ’ αὐτὸν ἐπὶ τῆς αἰτίας ὄντα ταύτης ἐξεβάλλετε, καὶ τῶν σεσωφρονημένων ἐν τῷ βίῳ μοι χάριν ἀπειληφέναι νομίζω.

2.5

ὑμᾶς μὲν οὖν ἐπαινῶ καὶ διαφερόντως ἀγαπῶ, ὅτι τῷ βίῳ μᾶλλον τῷ τῶν κρινομένων πιστεύετε, ταῖς παρὰ τῶν ἐχθρῶν αἰτίαις· αὐτὸς δ’ οὐκ ἂν ἀποσταίην τῆς πρὸς ταῦτ’ ἀπολογίας. εἰ γάρ τις τῶν ἔξωθεν περιεστηκότων πέπεισται, σχεδὸν δ’ οἱ πλεῖστοι τῶν πολιτῶν πάρεισιν, τῶν δικαζόντων ὑμῶν, ὡς ἐγὼ τοιοῦτόν τι διαπέπραγμαι, μὴ μόνον εἰς ἐλεύθερον σῶμα, ἀλλὰ καὶ εἰς τὸ τυχόν, ἀβίωτον εἶναί μοι τὸν λοιπὸν βίον νομίζω· κἂν μὴ προϊούσης τῆς ἀπολογίας ἐξελέγξω καὶ τὴν αἰτίαν οὖσαν ψευδῆ, καὶ τὸν τολμήσαντ’ εἰπεῖν ἀνόσιον καὶ συκοφάντην, κἂν τἆλλα πάντα μηδὲν ἀδικῶν φαίνωμαι, θανάτου τιμῶμαι.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.1 Aeschin. 2.4 (English) >>Aeschin. 2.7

Powered by PhiloLogic