Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.31 Aeschin. 2.34 (English) >>Aeschin. 2.38

2.33

ὧν δὲ Ἀμύντας ἀπέστη [Note] ἐναντίον τῶν Ἑλλήνων ἁπάντων οὐ μόνον λόγοις, ἀλλὰ καὶ ψήφῳ, τούτων,” ἔφην ἐγώ, “σὲ τὸν ἐξ ἐκείνου γεγενημένον οὐκ ἔστι δίκαιον ἀντιποιεῖσθαι. εἰ δ’ ἀντιποιῇ κατὰ πόλεμον λαβὼν εἰκότως ἔχειν, εἰ μὲν πρὸς ἡμᾶς πολεμήσας δοριάλωτον τὴν πόλιν εἷλες, κυρίως ἔχεις τῷ τοῦ πολέμου νόμῳ κτησάμενος· εἰ δ’ Ἀμφιπολίτας ἀφείλου τὴν Ἀθηναίων πόλιν, οὐχὶ τἀκείνων ἔχεις, ἀλλὰ τὴν Ἀθηναίων χώραν.”

2.34

ῥηθέντων δὲ καὶ τούτων καὶ ἑτέρων λόγων, ἤδη καθῆκεν εἰς Δημοσθένην τὸ τῆς πρεσβείας μέρος, καὶ πάντες προσεῖχον ὡς ὑπερβολάς τινας δυνάμεως ἀκουσόμενοι λόγων· καὶ γὰρ πρὸς αὐτὸν τὸν Φίλιππον, ὡς ἦν ὕστερον ἀκούειν, καὶ πρὸς τοὺς ἑταίρους ἐξήγγελτο [Note] τῶν ἐπαγγελιῶν ὑπερβολή. οὕτω δὲ ἁπάντων διακειμένων πρὸς τὴν ἀκρόασιν, φθέγγεται τὸ θηρίον τοῦτο προοίμιον σκοτεινόν τι καὶ τεθνηκὸς δειλίᾳ, καὶ μικρὸν προαγαγὼν ἄνω τῶν πραγμάτων, ἐξαίφνης ἐσίγησε καὶ διηπορήθη, τελευτῶν δὲ ἐκπίπτει ἐκ τοῦ λόγου.

2.35

ἰδὼν δὲ αὐτὸν Φίλιππος ὡς διέκειτο, θαρρεῖν τε παρεκελεύετο καὶ μὴ νομίζειν, ὥσπερ ἐν τοῖς θεάτροις, διὰ τοῦτό [Note] τι πεπονθέναι, ἀλλ’ ἡσυχῇ καὶ κατὰ μικρὸν ἀναμιμνῄσκεσθαι, καὶ λέγειν ὡς προείλετο. δ’ ὡς ἅπαξ ἐταράχθη καὶ τῶν γεγραμμένων διεσφάλη, οὐδ’ ἀναλαβεῖν αὑτὸν ἐδυνήθη, ἀλλὰ καὶ πάλιν ἐπιχειρήσας [Note] ταὐτὸν ἔπαθεν. ὡς δ’ ἦν σιωπή, μεταστῆναι ἡμᾶς κῆρυξ ἐκέλευσεν.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.31 Aeschin. 2.34 (English) >>Aeschin. 2.38

Powered by PhiloLogic