Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.28 Aeschin. 2.31 (English) >>Aeschin. 2.34

2.30

καὶ τὴν ὑμετέραν ἠδικημένων ὅμως φιλανθρωπίαν διεξῄειν, λέγων ὅτι κρατοῦντες τῷ πολέμῳ Περδίκκαν Καλλισθένους ἡγουμένου, [Note] ἀνοχὰς πρὸς αὐτὸν ἐποιήσασθε, ἀεί τινος προσδοκῶντες τῶν δικαίων τεύξεσθαι. καὶ τὴν διαβολὴν ταύτην ἐπειρώμην λύειν, διδάσκων ὅτι Καλλισθένην δῆμος ἀπέκτεινεν, οὐ διὰ τὰς πρὸς Περδίκκαν ἀνοχάς, ἀλλὰ δι’ ἑτέρας αἰτίας. καὶ πάλιν οὐκ ὤκνουν κατ’ αὐτοῦ λέγειν Φιλίππου, ἐπιτιμῶν ὅτι τὴν ἐκδοχὴν ἐποιήσατο τοῦ [Note] πρὸς τὴν πόλιν πολέμου.

2.31

καὶ πάντων ὧν εἴποιμι μάρτυρας τὰς ἐκείνων ἐπιστολὰς παρειχόμην καὶ τὰ ψηφίσματα τοῦ δήμου καὶ τὰς Καλλισθένους ἀνοχάς. περὶ μὲν οὖν τῆς ἐξ ἀρχῆς κτήσεως τῆς χώρας, καὶ τῶν καλουμένων Ἐννέα ὁδῶν, καὶ περὶ τῶν Θησέως παίδων, ὧν Ἀκάμας λέγεται φερνὴν ἐπὶ τῇ γυναικὶ λαβεῖν τὴν χώραν ταύτην, τότε μὲν ἥρμοττέ τε λέγειν καὶ ἐρρήθη ὡς ἐνεδέχετο ἀκριβέστατα, νυνὶ δὲ ἴσως ἀνάγκη συντέμνειν τοὺς λόγους· δὲ ἦν τῶν σημείων οὐκ ἐν τοῖς ἀρχαίοις μύθοις, ἀλλ’ ἐφ’ ἡμῶν γεγενημένα, καὶ [Note] τούτων ἐπεμνήσθην.

2.32

συμμαχίας γὰρ Λακεδαιμονίων καὶ τῶν ἄλλων Ἑλλήνων συνελθούσης, εἷς ὢν τούτων Ἀμύντας Φιλίππου πατὴρ καὶ πέμπων σύνεδρον καὶ τῆς καθ’ αὑτὸν ψήφου κύριος ὤν, ἐψηφίσατο Ἀμφίπολιν τὴν Ἀθηναίων συνεξαιρεῖν μετὰ τῶν ἄλλων Ἑλλήνων Ἀθηναίοις. καὶ τούτων τὸ κοινὸν δόγμα τῶν Ἑλλήνων καὶ τοὺς ψηφισαμένους ἐκ τῶν δημοσίων γραμμάτων μάρτυρας παρειχόμην.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.28 Aeschin. 2.31 (English) >>Aeschin. 2.34

Powered by PhiloLogic