Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.22 Aeschin. 2.26 (English) >>Aeschin. 2.29

2.24

ἀκούσατε δὴ τούς τε ἡμετέρους λόγους, οὓς εἴπομεν ὑπὲρ ὑμῶν, καὶ πάλιν οὓς τὸ μέγα ὄφελος τῆς πόλεως εἴρηκε Δημοσθένης, ἵν’ ἐφεξῆς καὶ κατὰ μικρὸν πρὸς ἕκαστα τῶν κατηγορημένων ἀπολογήσωμαι. ἐπαινῶ δ’ εἰς ὑπερβολὴν ὑμᾶς, ἄνδρες δικασταί, ὅτι σιγῇ καὶ δικαίως ἡμῶν ἀκούετε· ὥστε, ἐάν τι μὴ λύσω τῶν κατηγορημένων, οὐχ ὑμᾶς, ἀλλ’ ἐμαυτὸν αἰτιάσομαι.

2.25

ἐπειδὴ γὰρ οἱ πρεσβύτεροι ταῖς ἡλικίαις ὑπὲρ τῆς πρεσβείας εἰρήκεσαν, καὶ καθῆκεν εἰς ἡμᾶς λόγος, τὰ μὲν καθ’ ἕκαστα τῶν ἐκεῖ ῥηθέντων ὑπ’ ἐμοῦ, καὶ τοὺς πρὸς ταῦτα Φιλίππου [Note] λόγους, ἐν τῷ δήμῳ σαφῶς ἀπήγγειλα πρὸς ἅπαντας Ἀθηναίους, νυνὶ δὲ πειράσομαι διὰ κεφαλαίων ὑμᾶς ὑπομιμνῄσκειν.

2.26

πρῶτον μὲν γὰρ πρὸς αὐτὸν διεξῆλθον τὴν πατρικὴν εὔνοιαν καὶ τὰς εὐεργεσίας ἃς ὑμεῖς ὑπήρξατε Ἀμύντα τῷ Φιλίππου πατρί, οὐδὲν παραλείπων, ἀλλ’ ἐφεξῆς ἅπαντα ὑπομιμνῄσκων, δεύτερον δὲ, ὧν αὐτὸς ἦν μάρτυς εὖ παθών. Ἀμύντου μὲν [Note] γὰρ νεωστὶ τετελευτηκότος καὶ Ἀλεξάνδρου τοῦ πρεσβυτάτου τῶν ἀδελφῶν, Περδίκκου δὲ καὶ Φιλίππου παίδων ὄντων, Εὐρυδίκης δὲ τῆς μητρὸς αὐτῶν προδεδομένης ὑπὸ τῶν δοκούντων εἶναι [Note] φίλων,

2.27

Παυσανίου δ’ ἐπὶ τὴν ἀρχὴν [Note] κατιόντος, φυγάδος μὲν ὄντος, τῷ καιρῷ δ’ ἰσχύοντος, πολλῶν δ’ αὐτῷ συμπραττόντων, ἔχοντος δὲ Ἑλληνικὴν δύναμιν, εἰληφότος δὲ Ἀνθεμοῦντα καὶ Θέρμαν καὶ Στρέψαν καὶ ἄλλ’ ἄττα χωρία, Μακεδόνων δὲ οὐχ ὁμονοούντων, ἀλλὰ τῶν πλείστων τὰ Παυσανίου φρονούντων, ἐπὶ τῶν καιρῶν τούτων ἐχειροτόνησαν Ἀθηναῖοι στρατηγὸν ἐπ’ Ἀμφίπολιν Ἰφικράτην, Ἀμφιπολιτῶν αὐτῶν ἐχόντων τότε τὴν πόλιν καὶ τὴν χώραν καρπουμένων.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.22 Aeschin. 2.26 (English) >>Aeschin. 2.29

Powered by PhiloLogic