Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.20 Aeschin. 2.23 (English) >>Aeschin. 2.26

2.22

ἵνα δὲ μὴ μακρολογῶ τὴν τούτου διεξιὼν ὑπερηφανίαν, ὡς τάχιστα ἥκομεν εἰς Μακεδονίαν, συνετάξαμεν πρὸς [Note] ἡμᾶς αὐτούς, ὅταν προσίωμεν Φιλίππῳ, τὸν πρεσβύτατον πρῶτον [Note] λέγειν καὶ τοὺς λοιποὺς καθ’ ἡλικίαν· ἐτύγχανε δ’ ἡμῶν νεώτατος ὤν, ὡς ἔφη, Δημοσθένης. ἐπειδὴ δὲ εἰσεκλήθημεν,—καὶ τούτοις ἤδη μοι σφόδρα προσέχετε τὸν νοῦν· ἐντεῦθεν γὰρ κατόψεσθε τἀνθρώπου [Note] φθόνον ὑπερβάλλοντα καὶ δεινὴν δειλίαν ἅμα καὶ κακοήθειαν, καὶ τοιαύτας ἐπιβουλὰς κατ’ ἀνδρῶν συσσίτων καὶ συμπρέσβεων, ἃς οὐδ’ ἂν κατὰ τῶν ἐχθίστων τις εἰκῇ ποιήσαιτο. τοὺς γὰρ τῆς πόλεως ἅλας καὶ τὴν δημοσίαν τράπεζαν περὶ πλείστου δή φησι ποιεῖσθαι, οὐκ ὢν ἐπιχώριος, εἰρήσεται γάρ, οὐδ’ ἐγγενής.

2.23

ἡμεῖς δέ, οἷς ἱερὰ καὶ τάφοι προγόνων ὑπάρχουσιν ἐν τῇ πατρίδι, καὶ διατριβαὶ καὶ συνήθειαι μεθ’ ὑμῶν ἐλευθέριοι, καὶ γάμοι κατὰ τοὺς νόμους καὶ κηδεσταὶ καὶ τέκνα, Ἀθήνησι μὲν ἦμεν ἄξιοι τῆς ὑμετέρας πίστεως, οὐ γὰρ ἄν ποτε ἡμᾶς εἵλεσθε, ἐλθόντες δ’ εἰς Μακεδονίαν ἐξαίφνης ἐγενόμεθα προδόται. δὲ οὐδὲν ἄπρατον ἔχων μέρος τοῦ σώματος, [Note] ὡς ὢν Ἀριστείδης, [Note] δίκαιος ἐπικαλούμενος, δυσχεραίνει καὶ καταπτύει δωροδοκίας.

2.24

ἀκούσατε δὴ τούς τε ἡμετέρους λόγους, οὓς εἴπομεν ὑπὲρ ὑμῶν, καὶ πάλιν οὓς τὸ μέγα ὄφελος τῆς πόλεως εἴρηκε Δημοσθένης, ἵν’ ἐφεξῆς καὶ κατὰ μικρὸν πρὸς ἕκαστα τῶν κατηγορημένων ἀπολογήσωμαι. ἐπαινῶ δ’ εἰς ὑπερβολὴν ὑμᾶς, ἄνδρες δικασταί, ὅτι σιγῇ καὶ δικαίως ἡμῶν ἀκούετε· ὥστε, ἐάν τι μὴ λύσω τῶν κατηγορημένων, οὐχ ὑμᾶς, ἀλλ’ ἐμαυτὸν αἰτιάσομαι.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.20 Aeschin. 2.23 (English) >>Aeschin. 2.26

Powered by PhiloLogic