Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.181 Aeschin. 2.184 (English) >>Aeschin. 3.1

2.183

μικρὰ δ’ ἔτι [Note] εἰπὼν ἤδη καταβαίνω. ἐγὼ γάρ, ἄνδρες Ἀθηναῖοι, τοῦ μὲν μηδὲν ἀδικεῖν ὑμᾶς κύριος ἦν, τοῦ δὲ μὴ ἔχειν αἰτίαν τύχη, συνεκλήρωσέ με ἀνθρώπῳ συκοφάντῃ καὶ [Note] βαρβάρῳ, ὃς οὔτε ἱερῶν οὔτε σπονδῶν οὔτε τραπέζης φροντίσας, ἀλλὰ τοὺς εἰς τὸν μέλλοντα αὑτῷ χρόνον ἀντεροῦντας ἐκφοβῶν, ἥκει ψευδῆ συντάξας καθ’ ἡμῶν κατηγορίαν. ἐὰν οὖν ἐθελήσητε σῴζειν τοὺς τῆς εἰρήνης καὶ τῆς ὑμετέρας ἀδείας συναγωνιστάς, πολλοὺς βοηθοὺς λήψεται τὸ τῆς πόλεως συμφέρον καὶ κινδυνεύειν ὑπὲρ ὑμῶν ἑτοίμους.

2.184

παρακαλῶ δὲ Εὔβουλον μὲν ἐκ τῶν πολιτικῶν καὶ σωφρόνων ἀνδρῶν συνήγορον, Φοκίωνα δ’ ἐκ τῶν στρατηγῶν, ἅμα δὲ καὶ δικαιοσύνῃ διενηνοχότα πάντων, ἐκ δὲ τῶν φίλων καὶ τῶν ἡλικιωτῶν τῶν ἐμαυτοῦ Ναυσικλέα καὶ τοὺς ἄλλους ἅπαντας, οἷστισιν ἐγὼ κέχρημαι καὶ τῶν αὐτῶν ἐπιτηδευμάτων μετέσχηκα.

μὲν οὖν ἐμὸς λόγος εἴρηται, τὸ δὲ σῶμα ἤδη τουτὶ παραδίδωσιν ὑμῖν καὶ ἐγὼ καὶ νόμος.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.181 Aeschin. 2.184 (English) >>Aeschin. 3.1

Powered by PhiloLogic