Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.179 Aeschin. 2.182 (English) >>Aeschin. 2.184

2.181

τοὺς δ’ ἄλλους ἅπαντας, οἷς ἐμαυτὸν ἄλυπον παρέσχημαι, τὴν μὲν τύχην ἰδιώτης ὢν καὶ τοῖς μετρίοις ὑμῶν ὅμοιος, ἐν δὲ τοῖς πολιτικοῖς ἀγῶσι μόνος τῶν ἄλλων ἐφ’ ὑμᾶς οὐ συνεστηκώς, αἰτῶ παρ’ ὑμῶν τὴν σωτηρίαν, μετὰ πάσης εὐνοίας τῇ πόλει πεπρεσβευκώς, καὶ μόνος ὑπομείνας τὸν τῶν συκοφαντῶν θόρυβον, ὃν ἤδη πολλοὶ τῶν τὰς ψυχὰς ἐν τοῖς πολέμοις λαμπρῶν οὐχ ὑπέστησαν. οὐ γὰρ θάνατος δεινόν, ἀλλ’ περὶ τὴν τελευτὴν ὕβρις. [Note]

2.182

πῶς δὲ οὐκ οἰκτρὸν ἰδεῖν ἐχθροῦ πρόσωπον ἐπεγγελῶντος, καὶ τοῖς ὠσὶ τῶν ὀνειδῶν ἀκοῦσαι; ἀλλ’ ὅμως τετόλμηται· δέδοται τὸ σῶμα τῷ κινδύνῳ. παρ’ ὑμῖν ἐτράφην, ἐν ταῖς ὑμετέραις διατριβαῖς βεβίωκα. οὐδεὶς ὑμῶν διὰ τὰς ἐμὰς ἡδονὰς κάκιον οἰκεῖ, οὐδὲ ἐστέρηται τῆς πατρίδος κατηγόρου τυχών, [Note] ὅτ’ ἦσαν αἱ διαψηφίσεις, οὐδ’ ὑπεύθυνος ὢν ἀρχῆς ἐκινδύνευσεν.

2.183

μικρὰ δ’ ἔτι [Note] εἰπὼν ἤδη καταβαίνω. ἐγὼ γάρ, ἄνδρες Ἀθηναῖοι, τοῦ μὲν μηδὲν ἀδικεῖν ὑμᾶς κύριος ἦν, τοῦ δὲ μὴ ἔχειν αἰτίαν τύχη, συνεκλήρωσέ με ἀνθρώπῳ συκοφάντῃ καὶ [Note] βαρβάρῳ, ὃς οὔτε ἱερῶν οὔτε σπονδῶν οὔτε τραπέζης φροντίσας, ἀλλὰ τοὺς εἰς τὸν μέλλοντα αὑτῷ χρόνον ἀντεροῦντας ἐκφοβῶν, ἥκει ψευδῆ συντάξας καθ’ ἡμῶν κατηγορίαν. ἐὰν οὖν ἐθελήσητε σῴζειν τοὺς τῆς εἰρήνης καὶ τῆς ὑμετέρας ἀδείας συναγωνιστάς, πολλοὺς βοηθοὺς λήψεται τὸ τῆς πόλεως συμφέρον καὶ κινδυνεύειν ὑπὲρ ὑμῶν ἑτοίμους.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.179 Aeschin. 2.182 (English) >>Aeschin. 2.184

Powered by PhiloLogic