Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.178 Aeschin. 2.181 (English) >>Aeschin. 2.184

2.180

παρακαλῶ δὲ καὶ ἱκετεύω σῶαί με πρῶτον μὲν τοὺς θεούς, δεύτερον δ’ ὑμᾶς τοὺς τῆς ψήφου κυρίους, οἷς ἐγὼ πρὸς ἕκαστον τῶν κατηγορημένων εἰς μνήμην εἶναι τὴν ἐμὴν ἀπολελόγημαι, καὶ δέομαι σῶσαί με καὶ μὴ τῷ λογογράφῳ καὶ Σκύθῃ παραδοῦναι, ὅσοι μὲν ὑμῶν πατέρες εἰσὶ παίδων νεωτέρους ἀδελφοὺς περὶ πολλοῦ ποιεῖσθε, ἀναμνησθέντες, ὅτι τὴν τῆς σωφροσύνης παράκλησιν διὰ τῆς περὶ Τίμαρχον κρίσεως ἀειμνήστως παρακέκληκα,

2.181

τοὺς δ’ ἄλλους ἅπαντας, οἷς ἐμαυτὸν ἄλυπον παρέσχημαι, τὴν μὲν τύχην ἰδιώτης ὢν καὶ τοῖς μετρίοις ὑμῶν ὅμοιος, ἐν δὲ τοῖς πολιτικοῖς ἀγῶσι μόνος τῶν ἄλλων ἐφ’ ὑμᾶς οὐ συνεστηκώς, αἰτῶ παρ’ ὑμῶν τὴν σωτηρίαν, μετὰ πάσης εὐνοίας τῇ πόλει πεπρεσβευκώς, καὶ μόνος ὑπομείνας τὸν τῶν συκοφαντῶν θόρυβον, ὃν ἤδη πολλοὶ τῶν τὰς ψυχὰς ἐν τοῖς πολέμοις λαμπρῶν οὐχ ὑπέστησαν. οὐ γὰρ θάνατος δεινόν, ἀλλ’ περὶ τὴν τελευτὴν ὕβρις. [Note]

2.182

πῶς δὲ οὐκ οἰκτρὸν ἰδεῖν ἐχθροῦ πρόσωπον ἐπεγγελῶντος, καὶ τοῖς ὠσὶ τῶν ὀνειδῶν ἀκοῦσαι; ἀλλ’ ὅμως τετόλμηται· δέδοται τὸ σῶμα τῷ κινδύνῳ. παρ’ ὑμῖν ἐτράφην, ἐν ταῖς ὑμετέραις διατριβαῖς βεβίωκα. οὐδεὶς ὑμῶν διὰ τὰς ἐμὰς ἡδονὰς κάκιον οἰκεῖ, οὐδὲ ἐστέρηται τῆς πατρίδος κατηγόρου τυχών, [Note] ὅτ’ ἦσαν αἱ διαψηφίσεις, οὐδ’ ὑπεύθυνος ὢν ἀρχῆς ἐκινδύνευσεν.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.178 Aeschin. 2.181 (English) >>Aeschin. 2.184

Powered by PhiloLogic