Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.15 Aeschin. 2.18 (English) >>Aeschin. 2.21

2.17

τελευταῖον δ’ εἰσελθὼν [Note] Δημοκράτης Ἀφιδναῖος ἔπεισε τὴν βουλὴν ἀνακαλέσασθαι τὸν Ἀριστόδημον· εἷς δὲ τῶν βουλευτῶν ἦν Δημοσθένης ἐμὸς κατήγορος. παρελθὼν δ’ Ἀριστόδημος πολλήν τινα εὔνοιαν ἀπήγγειλε τοῦ Φιλίππου πρὸς τὴν πόλιν, καὶ προσέθηκεν ὅτι καὶ σύμμαχος βούλοιτο τῇ πόλει γενέσθαι. καὶ ταῦτ’ οὐκ ἐν τῇ βουλῇ μόνον εἶπεν, ἀλλὰ καὶ ἐν τῷ δήμῳ. κἀνταῦθ’ οὐδὲν ἀντεῖπε Δημοσθένης, ἀλλὰ καὶ στεφανῶσαι τὸν Ἀριστόδημον ἔγραψε.

2.18

ῥηθέντων δὲ τούτων, ψήφισμα ἔγραψεν Φιλοκράτης ἑλέσθαι πρέσβεις πρὸς Φίλιππον ἄνδρας δέκα, οἵτινες διαλέξονται Φιλίππῳ περὶ εἰρήνης καὶ τῶν κοινῇ συμφερόντων Ἀθηναίοις καὶ Φιλίππῳ. χειροτονουμένων δὲ τῶν δέκα πρέσβεων, ἐγὼ μὲν προεβλήθην ὑπὸ Ναυσικλέους, Δημοσθένης δ’ ὑπ’ αὐτοῦ Φιλοκράτους, νυνὶ Φιλοκράτους κατηγορῶν.

2.19

οὕτω δ’ ἦν πρόθυμος εἰς τὰ πράγματα, ὥστε ἐν τῇ βουλῇ γράφει, ἵνα ἀζήμιος ὢν ἡμῖν Ἀριστόδημος συμπρεσβεύῃ, ἑλέσθαι πρέσβεις ἐπὶ τὰς πόλεις ἐν αἷς ἔδει τὸν Ἀριστόδημον ἀγωνίζεσθαι, οἵτινες ὑπὲρ αὐτοῦ παραιτήσονται τὰς ζημίας. καὶ ὅτι ταῦτ’ ἐστὶν ἀληθῆ, λαβέ μοι τὰ ψηφίσματα, καὶ τὴν ἐκμαρτυρίαν ἀνάγνωθι τὴν Ἀριστοδήμου, καὶ κάλει πρὸς οὓς ἐξεμαρτύρησεν, ἵν’ εἰδῶσιν οἱ δικασταί, τίς Φιλοκράτους ἑταῖρος, καὶ τίς τὰς δωρεὰς Ἀριστοδήμῳ φάσκων πείσειν δοῦναι τὸν δῆμον.ΨηφίσματαἘκμαρτυρία [Note]



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.15 Aeschin. 2.18 (English) >>Aeschin. 2.21

Powered by PhiloLogic