Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.166 Aeschin. 2.171 (English) >>Aeschin. 2.174

2.169

καὶ τὴν ἐν Μαντινείᾳ μάχην συνεμαχεσάμην οὐκ αἰσχρῶς οὐδ’ ἀναξίως τῆς πόλεως, καὶ τὰς εἰς Εὔβοιαν στρατείας ἐστρατευσάμην, καὶ τὴν ἐν Ταμύναις μάχην ἐν τοῖς ἐπιλέκτοις οὕτως ἐκινδύνευσα, ὥστε κἀκεῖ στεφανωθῆναι καὶ δεῦρο ἥκων πάλιν ὑπὸ τοῦ δήμου, τήν τε νίκην τῆς πόλεως ἀπαγγείλας, καὶ Τεμενίδου τοῦ τῆς Πανδιονίδος ταξιάρχου καὶ συμπρεσβεύσαντος ἀπὸ στρατοπέδου μοι δευρὶ [Note] περὶ τὸν γενόμενον κίνδυνον οἷος ἦν ἀπαγγείλαντος.

2.170

ὅτι δὲ ἀληθῆ λέγω, λαβέ μοι τοῦτο τὸ ψήφισμα, καὶ κάλει τὸν Τεμενίδην καὶ τοὺς συνεστρατευμένους μοι τὰς ὑπὲρ τῆς πόλεως στρατείας καὶ Φωκίωνα τὸν στρατηγόν, μήπω συνήγορον, ἂν [Note] τούτοις συνδοκῇ, ἀλλ’ ὑπεύθυνον τῷ συκοφάντῃ μάρτυρα, ἐὰν ψεύδηται.ΨήφισμαΜαρτυρίαι

2.171

ἀγγείλας τοίνυν πρῶτος τὴν τῆς πόλεως νίκην ὑμῖν καὶ τὴν τῶν παίδων τῶν ὑμετέρων κατόρθωσιν, πρώτην ταύτην ὑμᾶς ἀπαιτῶ χάριν, τὴν τοῦ σώματος σωτηρίαν, οὐ μισόδημος ὤν, ὥς φησιν κατήγορος, ἀλλὰ μισοπόνηρος, οὐδὲ τοὺς Δημοσθένους ὑμᾶς οὐκ [Note] ἐῶν προγόνους μιμεῖσθαι, οὐ γὰρ εἰσίν, ἀλλὰ τῶν καλῶν καὶ τῇ πόλει σωτηρίων βουλευμάτων ζηλωτὰς εἶναι παρακαλῶν. νῦν δ’ αὐτὰ πόρρωθεν ἀρξάμενος μικρῷ δίειμι σαφέστερον.

2.172

πρότερον πόλις ἡμῶν εὐδόξησε μετὰ τὴν ἐν Σαλαμῖνι ναυμαχίαν, [Note] καὶ τῶν τειχῶν ὑπὸ τῶν βαρβάρων πεπτωκότων, εἰρήνης δ’ ὑπαρχούσης πρὸς Λακεδαιμονίους, διέμεινεν ἡμῖν τὸ τῆς δημοκρατίας πολίτευμα. συνταραχθέντες δὲ ὑπό τινων, καὶ καταστάντες πρὸς Λακεδαιμονίους εἰς πόλεμον, πολλὰ καὶ παθόντες κακὰ καὶ ποιήσαντες, Μιλτιάδου τοῦ Κίμωνος προκηρυκευσαμένου πρὸς Λακεδαιμονίους, ὄντος προξένου, σπονδὰς [Note] πεντηκονταετεῖς ἐποιησάμεθα, ἐχρησάμεθα δὲ ἔτη τριακαίδεκα.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.166 Aeschin. 2.171 (English) >>Aeschin. 2.174

Powered by PhiloLogic