Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.13 Aeschin. 2.17 (English) >>Aeschin. 2.20

2.15

ὑπὸ δὲ τοὺς αὐτοὺς καιροὺς Ὄλυνθος ἑάλω, καὶ πολλοὶ τῶν ἡμετέρων ἐγκατελήφθησαν πολιτῶν, ὧν ἦν Ἰατροκλῆς Ἐργοχάρους ἀδελφὸς καὶ Εὐήρατος Στρομβίχου υἱός. ὑπὲρ δὴ τούτων ἱκετηρίαν θέντες οἱ οἰκεῖοι ἐδέοντο ὑμῶν ἐπιμέλειαν ποιήσασθαι. παρελθόντες δ’ αὐτοῖς συνηγόρουν Φιλοκράτης καὶ Δημοσθένης, ἀλλ’ οὐκ Αἰσχίνης. καὶ πέμπουσι πρεσβευτὴν Ἀριστόδημον τὸν ὑποκριτὴν πρὸς Φίλιππον, διὰ τὴν γνῶσιν καὶ φιλανθρωπίαν τῆς τέχνης.

2.16

ὡς δ’ ἐπανήκων ἀπὸ τῆς πρεσβείας Ἀριστόδημος διά τινας ἀσχολίας οὐ προσῄει πρὸς τὴν βουλήν, ἀλλ’ ἔφθασεν αὐτὸν Ἰατροκλῆς ἐλθὼν ἐκ Μακεδονίας ἀφεθεὶς ὑπὸ Φιλίππου ἄνευ λύτρων, [Note] ἐνταῦθ’ ἠγανάκτουν πολλοί, ὅτι τὴν πρεσβείαν οὐκ ἀπήγγειλεν Ἀριστόδημος, τοὺς αὐτοὺς λόγους ἀκούοντες τοῦ Ἰατροκλέους περὶ τοῦ Φιλίππου.

2.17

τελευταῖον δ’ εἰσελθὼν [Note] Δημοκράτης Ἀφιδναῖος ἔπεισε τὴν βουλὴν ἀνακαλέσασθαι τὸν Ἀριστόδημον· εἷς δὲ τῶν βουλευτῶν ἦν Δημοσθένης ἐμὸς κατήγορος. παρελθὼν δ’ Ἀριστόδημος πολλήν τινα εὔνοιαν ἀπήγγειλε τοῦ Φιλίππου πρὸς τὴν πόλιν, καὶ προσέθηκεν ὅτι καὶ σύμμαχος βούλοιτο τῇ πόλει γενέσθαι. καὶ ταῦτ’ οὐκ ἐν τῇ βουλῇ μόνον εἶπεν, ἀλλὰ καὶ ἐν τῷ δήμῳ. κἀνταῦθ’ οὐδὲν ἀντεῖπε Δημοσθένης, ἀλλὰ καὶ στεφανῶσαι τὸν Ἀριστόδημον ἔγραψε.

2.18

ῥηθέντων δὲ τούτων, ψήφισμα ἔγραψεν Φιλοκράτης ἑλέσθαι πρέσβεις πρὸς Φίλιππον ἄνδρας δέκα, οἵτινες διαλέξονται Φιλίππῳ περὶ εἰρήνης καὶ τῶν κοινῇ συμφερόντων Ἀθηναίοις καὶ Φιλίππῳ. χειροτονουμένων δὲ τῶν δέκα πρέσβεων, ἐγὼ μὲν προεβλήθην ὑπὸ Ναυσικλέους, Δημοσθένης δ’ ὑπ’ αὐτοῦ Φιλοκράτους, νυνὶ Φιλοκράτους κατηγορῶν.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.13 Aeschin. 2.17 (English) >>Aeschin. 2.20

Powered by PhiloLogic