Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.165 Aeschin. 2.168 (English) >>Aeschin. 2.172

2.167

ἐμνήσθη δέ που περὶ στρατείας, καὶ καλὸν στρατιώτην ἐμὲ ὠνόμασεν. ἐγὼ δὲ οὐχ ἕνεκα τῆς τούτου βλασφημίας, ἀλλὰ τοῦ παρόντος κινδύνου προνοούμενος, καὶ περὶ τούτων ἀνεπίφθονον λέγειν εἶναί μοι νομίζω· ποῦ γὰρ πότε αὐτῶν πρὸς τίνας, παραλιπὼν τήνδε τὴν ἡμέραν, μνησθήσομαι; ἐκ παίδων μὲν γὰρ ἀπαλλαγεὶς περίπολος τῆς χώρας ταύτης ἐγενόμην δύ’ ἔτη, καὶ τούτων ὑμῖν τοὺς συνεφήβους καὶ τοὺς ἄρχοντας [Note] ἡμῶν μάρτυρας παρέξομαι·

2.168

πρώτην δ’ ἐξελθὼν στρατείαν τὴν ἐν τοῖς μέρεσι καλουμένην, καὶ συμπαραπέμπων μετὰ τῶν ἡλικιωτῶν καὶ τῶν Ἀλκιβιάδου ξένων τὴν εἰς Φλειοῦντα παραπομπήν, κινδύνου συμβάντος ἡμῖν περὶ τὴν Νεμεάδα καλουμένην χαράδραν, οὕτως ἠγωνισάμην, ὥστε ὑπὸ τῶν ἡγεμόνων ἐπαινεῖσθαι· καὶ τὰς ἄλλας τὰς ἐκ διαδοχῆς ἐξόδους τὰς ἐν τοῖς ἐπωνύμοις καὶ τοῖς μέρεσιν ἐξῆλθον,

2.169

καὶ τὴν ἐν Μαντινείᾳ μάχην συνεμαχεσάμην οὐκ αἰσχρῶς οὐδ’ ἀναξίως τῆς πόλεως, καὶ τὰς εἰς Εὔβοιαν στρατείας ἐστρατευσάμην, καὶ τὴν ἐν Ταμύναις μάχην ἐν τοῖς ἐπιλέκτοις οὕτως ἐκινδύνευσα, ὥστε κἀκεῖ στεφανωθῆναι καὶ δεῦρο ἥκων πάλιν ὑπὸ τοῦ δήμου, τήν τε νίκην τῆς πόλεως ἀπαγγείλας, καὶ Τεμενίδου τοῦ τῆς Πανδιονίδος ταξιάρχου καὶ συμπρεσβεύσαντος ἀπὸ στρατοπέδου μοι δευρὶ [Note] περὶ τὸν γενόμενον κίνδυνον οἷος ἦν ἀπαγγείλαντος.

2.170

ὅτι δὲ ἀληθῆ λέγω, λαβέ μοι τοῦτο τὸ ψήφισμα, καὶ κάλει τὸν Τεμενίδην καὶ τοὺς συνεστρατευμένους μοι τὰς ὑπὲρ τῆς πόλεως στρατείας καὶ Φωκίωνα τὸν στρατηγόν, μήπω συνήγορον, ἂν [Note] τούτοις συνδοκῇ, ἀλλ’ ὑπεύθυνον τῷ συκοφάντῃ μάρτυρα, ἐὰν ψεύδηται.ΨήφισμαΜαρτυρίαι



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.165 Aeschin. 2.168 (English) >>Aeschin. 2.172

Powered by PhiloLogic