Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.162 Aeschin. 2.165 (English) >>Aeschin. 2.168

2.164

ὠνείδισας δέ μοι καὶ πολιτείας ἐμπληξίαν, εἰ πεπρέσβευκα πρὸς Φίλιππον, πρότερον παρακαλῶν [Note] ἐπ’ ἐκεῖνον τοὺς Ἕλληνας. καίτοι ταύτην, εἰ βούλει, τὴν κατηγορίαν καὶ τῶν ἄλλων Ἀθηναίων δημοσίᾳ κατηγορήσεις. ἐπολεμεῖτε Λακεδαιμονίοις, καὶ μετὰ τὴν ἐν Λεύκτροις συμφορὰν τοῖς αὐτοῖς ἐβοηθεῖτε· κατηγάγετε εἰς τὴν πατρίδα φεύγοντας Θηβαίους, καὶ πάλιν τούτοις ἐμαχέσασθε ἐν Μαντινείᾳ· ἐπολεμήσατε Ἐρετριεῦσι καὶ Θεμίσωνι, καὶ πάλιν αὐτοὺς ἐσώσατε. καὶ μυρίοις ἄλλοις ἤδη τῶν Ἑλλήνων οὕτω κέχρησθε· τοῖς γὰρ καιροῖς συμπεριφέρεσθαι ἀνάγκη πρὸς τὸ κράτιστον καὶ τὸν ἄνδρα καὶ τὴν πόλιν.

2.165

τὸν δὲ ἀγαθὸν σύμβουλον τί χρὴ ποιεῖν; οὐ τῇ πόλει πρὸς τὸ παρὸν τὰ βέλτιστα συμβουλεύειν; τὸν δὲ πονηρὸν κατήγορον τί; [Note] οὐ τοὺς καιροὺς ἀποκρυπτόμενον τῆς πράξεως κατηγορεῖν; τὸν δὲ ἐκ φύσεως προδότην πῶς χρὴ θεωρεῖν; ἆρά γε οὐχ ὡς σὺ τοῖς ἐντυγχάνουσι καὶ πιστεύσασι κέχρησαι, λόγους εἰς δικαστήρια γράφοντα μισθοῦ, τούτους ἐκφέρειν τοῖς ἀντιδίκοις; ἔγραψας λόγον Φορμίωνι τῷ τραπεζίτῃ χρήματα λαβών· τοῦτον ἐξήνεγκας Ἀπολλοδώρῳ τῷ περὶ τοῦ σώματος κρίνοντι Φορμίωνα.

2.166

εἰσῆλθες εἰς εὐδαιμονοῦσαν οἰκίαν τὴν Ἀριστάρχου τοῦ Μόσχου· ταύτην ἀπώλεσας. Προὔλαβες τρία τάλαντα παρ’ Ἀριστάρχου προσεποιήσω, ζηλωτὴς εἶναι τῆς ἡλικίας τοῦ μειρακίου. οὐ γὰρ δὴ τῇ γε ἀληθείᾳ· οὐ γὰρ προσδέχεται δίκαιος ἔρως πονηρίαν. ταῦτ’ ἐστὶν προδότης καὶ τὰ τούτοις ὅμοια.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.162 Aeschin. 2.165 (English) >>Aeschin. 2.168

Powered by PhiloLogic