Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.158 Aeschin. 2.161 (English) >>Aeschin. 2.164

2.159

ἓν δὲ πρὸς τοῖς εἰρημένοις εἰπεῖν ἔτι βούλομαι. εἰ γάρ πού τις ἔστι κακία κατ’ ἀνθρώπους, ἂν μὴ πρωτεύοντα περὶ ταύτην ἀποδείξω Δημοσθένην, θανάτου τιμῶμαι. ἀλλ’ οἶμαι πολλὰ καὶ χαλεπὰ παρακολουθεῖ τῷ κρινομένῳ, καὶ μετακαλεῖ τὴν ψυχὴν ἀπὸ τῆς ὀργῆς κίνδυνος ἐπὶ τοὺς ὑπὲρ τῆς σωτηρίας λόγους, καὶ διαλογισμὸν παρίστησι, μή τι παραλίπῃ τῶν κατηγορημένων. ὥστε ἅμα μὲν ὑμᾶς, ἅμα δὲ ἐμαυτὸν εἰς ἀνάμνησιν τῶν κατηγορημένων ἀγαγεῖν βούλομαι.

2.160

σκοπεῖτε γὰρ δὴ καθ’ ἕκαστον, ἄνδρες Ἀθηναῖοι, ποῖον ἐγὼ ψήφισμα γράψας κρίνομαι, ποῖον νόμον λύσας, ποῖον γενέσθαι κωλύσας, τίνας ὑπὲρ τῆς πόλεως συνθήκας ποιησάμενος, τί τῶν δεδογμένων περὶ τῆς εἰρήνης ἀπαλείψας, τί τῶν μὴ δοξάντων ὑμῖν προσγράψας.

2.161

οὐκ ἤρεσκέ τισι τῶν ῥητόρων εἰρήνη· ἔπειτα οὐ τότε ἀντιλέγειν αὐτοὺς ἐχρῆν, ἀλλὰ μὴ νῦν ἐμὲ κρίνειν; ἐπλούτουν τινὲς ἐκ τοῦ πολέμου, ἀπὸ τῶν ὑμετέρων εἰσφορῶν καὶ τῶν δημοσίων προσόδων, νῦν δὲ πέπαυνται· εἰρήνη γὰρ ἀργίαν οὐ τρέφει· ἔπειτα οἱ μὲν οὐκ ἀδικούμενοι, ἀλλ’ ἀδικοῦντες τὴν πόλιν, τιμωρήσονται τὸν προστάντα τῆς εἰρήνης, οἱ ὠφελούμενοι τοὺς χρησίμους εἰς τὰ κοινὰ γενομένους [Note] ἐγκαταλείψετε;

2.162

συνῇδον γὰρ τοὺς παιᾶνας Φιλίππῳ, κατεσκαμμένων τῶν ἐν Φωκεῦσι πόλεων, ὥς φησιν κατήγορος. καὶ ποίῳ δύναιτ’ ἄν τις τεκμηρίῳ τοῦτο σαφῶς ἐπιδεῖξαι; ἐκλήθην μὲν γὰρ ἐπὶ τὰ ξένια μετὰ τῶν συμπρέσβεων, ἦσαν δ’ οἱ κλητοὶ καὶ συνδειπνοῦντες σὺν ταῖς ἀπὸ τῶν Ἑλλήνων πρεσβείαις οὐκ ἐλάττους διακόσιοι. ἐν δὲ τούτοις ὡς ἔοικεν ἐγὼ διαφανὴς ἦν οὐχ ὑποσιγῶν, ἀλλὰ συνᾴδων, ὥς φησι Δημοσθένης, οὔτ’ αὐτὸς παρών, οὔτε τῶν ἐκεῖ παρόντων οὐδένα παρασχόμενος μάρτυρα.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.158 Aeschin. 2.161 (English) >>Aeschin. 2.164

Powered by PhiloLogic