Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.154 Aeschin. 2.158 (English) >>Aeschin. 2.160

2.156

τῶν μὲν μαρτύρων διομνυμένων καὶ μαρτυρούντων ἀκούετε· τὰς δ’ ἀνοσίους ταύτας τῶν λόγων τέχνας, ἃς οὗτος πρὸς τοὺς νέους ἐπαγγέλλεται καὶ κέχρηται νυνὶ κατ’ ἐμοῦ, ἆρα μέμνησθε, ὡς ἐπιδακρύσας καὶ τὴν Ἑλλάδα κατοδυράμενος, καὶ Σάτυρον τὸν κωμικὸν ὑποκριτὴν προσεπαινέσας, ὅτι ξένους τινὰς ἑαυτοῦ αἰχμαλώτους σκάπτοντας ἐν τῷ Φιλίππου ἀμπελουργείῳ καὶ δεδεμένους παρὰ πότον [Note] ἐξῃτήσατο παρὰ Φιλίππου,

2.157

ταῦθ’ ὑποθεὶς ἐπεῖπεν ἐντεινάμενος ταύτην τὴν ὀξεῖαν καὶ ἀνόσιον φωνήν, ὡς δεινόν, εἰ μὲν τοὺς Καρίωνας καὶ Ξανθίας ὑποκρινόμενος οὕτως εὐγενὴς καὶ μεγαλόψυχος γένοιτο, ἐγὼ δ’ τῆς μεγίστης σύμβουλος πόλεως, τοὺς μυρίους Ἀρκάδων νουθετῶν, οὐ κατάσχοιμι τὴν ὓβριν, ἀλλὰ παραθερμανθείς, ὅθ’ ἡμᾶς εἱστία Ξενόδοκος τῶν ἑταίρων τις τῶν Φιλίππου, ἕλκοιμι τῶν τριχῶν καὶ λαβὼν ῥυτῆρα μαστιγοίην αἰχμάλωτον γυναῖκα.

2.158

οὐκοῦν εἰ ὑμεῖς αὐτῷ ἐπιστεύσατε, Ἀριστοφάνης μου συγκατεψεύσατο, ἐπ’ αἰσχραῖς αἰτίαις ἀπωλόμην ἄν. [Note] ἐάσετε οὖν τὸ τοιοῦτον αὑτοῦ [Note] προστρόπαιον, μὴ γὰρ δὴ τῆς πόλεώς γε, ἐν [Note] ὑμῖν ἀναστρέφεσθαι; καὶ τὴν μὲν ἐκκλησίαν καθαίρετε, ἐν δὲ τοῖς ψηφίσμασι διὰ τούτου τὰς εὐχὰς ποιήσεσθε, καὶ στρατιὰν πεζὴν ναυτικὴν ἐκπέμψετε; καὶ μὴν γε Ἡσίοδος λέγει, πολλάκι τοι ξύμπασα πόλις κακοῦ ἀνδρὸς ἀπηύρα,
ὅς κεν ἀλιτραίνῃ καὶ ἀτάσθαλα μηχανάαται.
Hes. WD 240-241



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.154 Aeschin. 2.158 (English) >>Aeschin. 2.160

Powered by PhiloLogic