Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.152 Aeschin. 2.155 (English) >>Aeschin. 2.158

2.154

σκέψασθε δέ, ὡς πόρρωθεν ἐπὶ τὴν αἰτίαν ταύτην παρεσκευάζετο. ἔστι γάρ τις ἐπιδημῶν εἰς τὴν πόλιν [Note] Ἀριστοφάνης Ὀλύνθιος· τούτῳ συσταθεὶς ὑπό τινων καὶ πυθόμενος ὡς εἰπεῖν δύναται, ὑπερεκθεραπεύσας αὐτὸν καὶ προσαγαγόμενος, ἔπειθεν ἐμοῦ τὰ ψευδῆ καταμαρτυρεῖν πρὸς ὑμᾶς, κἂν παρελθὼν ἐθελήσῃ σχετλιάσαι σαὶ καὶ λέγειν ὡς εἰς οἰκείαν αὑτοῦ γυναῖκα [Note] αἰχμάλωτον γεγενημένην πεπαρῴνηκα, πεντακοσίας μὲν ἤδη δραχμὰς ὑπισχνεῖτο αὐτῷ δώσειν, πεντακοσίας δ’ ἑτέρας, ἐπειδὰν καταμαρτυρήσῃ.

2.155

δ’ αὐτῷ ἀπεκρίνατο, ὡς αὐτὸς διηγεῖτο, ὅτι τῆς μὲν φυγῆς καὶ τῆς παρούσης ἀπορίας αὐτῷ οὐ κακῶς, ἀλλ’ ὡς οἷόν τε ἄριστα στοχάζοιτο, τοῦ δὲ τρόπου πλεῖστον εἴη διημαρτηκώς· οὐδὲν γὰρ ἂν τοιοῦτον πρᾶξαι. ὅτι δὲ ἀληθῆ λέγω, αὐτὸν Ἀριστοφάνην μαρτυροῦντα παρέξομαι. κάλει μοι Ἀριστοφάνην Ὀλύνθιον, καὶ τὴν μαρτυρίαν ἀναγίγνωσκε, καὶ τοὺς ἀκηκοότας αὐτοῦ καὶ πρὸς ἐμὲ ἀγγείλαντας, Δερκύλον Αὐτοκλέους Ἁγνούσιον καὶ Ἀριστείδην Εὐφιλήτου Κηφισιέα.Μαρτυρίαι

2.156

τῶν μὲν μαρτύρων διομνυμένων καὶ μαρτυρούντων ἀκούετε· τὰς δ’ ἀνοσίους ταύτας τῶν λόγων τέχνας, ἃς οὗτος πρὸς τοὺς νέους ἐπαγγέλλεται καὶ κέχρηται νυνὶ κατ’ ἐμοῦ, ἆρα μέμνησθε, ὡς ἐπιδακρύσας καὶ τὴν Ἑλλάδα κατοδυράμενος, καὶ Σάτυρον τὸν κωμικὸν ὑποκριτὴν προσεπαινέσας, ὅτι ξένους τινὰς ἑαυτοῦ αἰχμαλώτους σκάπτοντας ἐν τῷ Φιλίππου ἀμπελουργείῳ καὶ δεδεμένους παρὰ πότον [Note] ἐξῃτήσατο παρὰ Φιλίππου,



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.152 Aeschin. 2.155 (English) >>Aeschin. 2.158

Powered by PhiloLogic