Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.151 Aeschin. 2.154 (English) >>Aeschin. 2.158

2.153

συμπέπλεγμαι δ’ ἐν τῇ πολιτείᾳ καθ’ ὑπερβολὴν ἀνθρώπῳ γόητι καὶ πονηρῷ, ὃς οὐδ’ ἂν ἄκων ἀληθὲς οὐδὲν εἴποι. ἡγεῖται δέ, ὅταν τι Ψεύδηται, τῶν λόγων ὅρκος κατὰ τῶν ἀναισχύντων ὀφθαλμῶν, καὶ τὰ μὴ [Note] γεγενημένα οὐ μόνον ὡς ἔστι λέγει, ἀλλὰ καὶ τὴν ἡμέραν ἐν φησι γενέσθαι· καὶ προστίθησίν τινος ὄνομα πλασάμενος, ὡς ἔτυχε παρών, μιμούμενος τοὺς τἀληθῆ λέγοντας. ἓν δὲ εὐτυχοῦμεν οἱ μηδὲν ἀδικοῦντες, ὅτι πρὸς τῇ τερατείᾳ τοῦ τρόπου καὶ τῇ τῶν ὀνομάτων συνθέσει νοῦν οὐκ ἔχει. σκέψασθε γὰρ ἀφροσύνην ἅμα καὶ ἀπαιδευσίαν τἀνθρώπου, [Note] ὃς τοιοῦτον ἐπλάσατο [Note] τὸ περὶ τὴν Ὀλυνθίαν γυναῖκα ψεῦδος κατ’ ἐμοῦ, ἐφ’ μεταξὺ λέγων ὑφ’ ὑμῶν ἐξερρίφη· τὸν γὰρ πλεῖστον ἀφεστηκότα τῶν τοιούτων πρὸς τοὺς εἰδότας διέβαλλε.

2.154

σκέψασθε δέ, ὡς πόρρωθεν ἐπὶ τὴν αἰτίαν ταύτην παρεσκευάζετο. ἔστι γάρ τις ἐπιδημῶν εἰς τὴν πόλιν [Note] Ἀριστοφάνης Ὀλύνθιος· τούτῳ συσταθεὶς ὑπό τινων καὶ πυθόμενος ὡς εἰπεῖν δύναται, ὑπερεκθεραπεύσας αὐτὸν καὶ προσαγαγόμενος, ἔπειθεν ἐμοῦ τὰ ψευδῆ καταμαρτυρεῖν πρὸς ὑμᾶς, κἂν παρελθὼν ἐθελήσῃ σχετλιάσαι σαὶ καὶ λέγειν ὡς εἰς οἰκείαν αὑτοῦ γυναῖκα [Note] αἰχμάλωτον γεγενημένην πεπαρῴνηκα, πεντακοσίας μὲν ἤδη δραχμὰς ὑπισχνεῖτο αὐτῷ δώσειν, πεντακοσίας δ’ ἑτέρας, ἐπειδὰν καταμαρτυρήσῃ.

2.155

δ’ αὐτῷ ἀπεκρίνατο, ὡς αὐτὸς διηγεῖτο, ὅτι τῆς μὲν φυγῆς καὶ τῆς παρούσης ἀπορίας αὐτῷ οὐ κακῶς, ἀλλ’ ὡς οἷόν τε ἄριστα στοχάζοιτο, τοῦ δὲ τρόπου πλεῖστον εἴη διημαρτηκώς· οὐδὲν γὰρ ἂν τοιοῦτον πρᾶξαι. ὅτι δὲ ἀληθῆ λέγω, αὐτὸν Ἀριστοφάνην μαρτυροῦντα παρέξομαι. κάλει μοι Ἀριστοφάνην Ὀλύνθιον, καὶ τὴν μαρτυρίαν ἀναγίγνωσκε, καὶ τοὺς ἀκηκοότας αὐτοῦ καὶ πρὸς ἐμὲ ἀγγείλαντας, Δερκύλον Αὐτοκλέους Ἁγνούσιον καὶ Ἀριστείδην Εὐφιλήτου Κηφισιέα.Μαρτυρίαι



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.151 Aeschin. 2.154 (English) >>Aeschin. 2.158

Powered by PhiloLogic