Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.148 Aeschin. 2.151 (English) >>Aeschin. 2.154

2.150

ἐτόλμησας δὲ καὶ περὶ τῶν ἐμῶν κηδεστῶν εἰπεῖν· οὕτως ἀναιδὴς καὶ πόρρωθεν ἀχάριστος εἶ, ὃς Φιλόδημον τὸν Φίλωνος πατέρα καὶ Ἐπικράτους οὐκ ἀγαπᾶς οὐδὲ προσκυνεῖς, δι’ ὃν εἰς τοὺς δημότας ἐνεγράφης, ὡς ἴσασιν οἱ πρεσβύτεροι Παιανιέων. ἐκπέπληγμαι δέ, εἰ σὺ λοιδορεῖν Φίλωνα τολμᾷς, καὶ ταῦτα ἐν τοῖς ἐπιεικεστάτοις Ἀθηναίων, οἳ δεῦρο εἰσεληλύθασι δικάσοντες ἕνεκα τοῦ βελτίστου τῆς πόλεως, καὶ μᾶλλον προσέχουσι τοῖς βίοις ἡμῶν τοῖς λόγοις.

2.151

πότερα γὰρ ἂν προσδοκᾷς αὐτοὺς εὔξασθαι μυρίους ὁπλίτας ὁμοίους. Φίλωνι γενέσθαι, καὶ τὰ σώματα οὕτω διακειμένους καὶ τὴν Ψυχὴν οὕτω σώφρονας, τρισμυρίους κιναίδους οἵους περ σύ; καὶ τὴν Ἐπικράτους εὐαγωγίαν, τοῦ Φίλωνος ἀδελφοῦ, ἐπανάγεις εἰς ὀνείδη. καὶ τίς αὐτὸν εἶδε πώποτε ἀσχημονήσαντα, μεθ’ ἡμέραν, ὡς σὺ φῄς, ἐν τῇ πομπῇ τῶν Διονυσίων, νύκτωρ; οὐ γὰρ ἂν τοῦτό γ’ εἴποις, ὡς ἔλαθεν· οὐ γὰρ ἠγνοεῖτο.

2.152

ἐμοὶ δέ, ἄνδρες, ἐκ τῆς Φιλοδήμου θυγατρὸς καὶ Φίλωνος ἀδελφῆς καὶ Ἐπικράτους τρεῖς παῖδές εἰσι, μία μὲν θυγάτηρ, δύο δὲ υἱεῖς· οὓς ἐγὼ δεῦρο ἥκω μετὰ τῶν ἄλλων κομίζων, ἑνὸς ἐρωτήματος ἕνεκα καὶ τεκμηρίου πρὸς τοὺς δικαστάς, νῦν δὴ ἐρήσομαι. ἐρωτῶ γάρ, ἄνδρες Ἀθηναῖοι, εἰ δοκῶ ἂν ὑμῖν πρὸς τῇ πατρίδι καὶ τῇ τῶν φίλων συνηθείᾳ καὶ ἱερῶν καὶ τάφων πατρῴων μετουσίᾳ τουτουσὶ τοὺς πάντων ἀνθρώπων ἐμοὶ φιλτάτους προδοῦναι Φιλίππῳ, καὶ περὶ πλείονος τὴν ἐκείνου φιλίαν τῆς τούτων σωτηρίας ποιήσασθαι. ποίᾳ κρατηθεὶς ἡδονῇ; τί πώποτε ἄσχημον ἕνεκα χρημάτων πράξας; οὐ γὰρ Μακεδονία κακοὺς χρηστοὺς ποιεῖ, ἀλλ’ φύσις· οὐδ’ ἐσμὲν ἕτεροί τινες ἥκοντες ἀπὸ τῆς πρεσβείας, ἀλλ’ οἵους ὑμεῖς ἐξεπέμψατε.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.148 Aeschin. 2.151 (English) >>Aeschin. 2.154

Powered by PhiloLogic