Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.147 Aeschin. 2.150 (English) >>Aeschin. 2.153

2.149

Φιλοχάρης δ’ οὑτοσί, πρεσβύτατος ἀδελφὸς ἡμῶν, οὐκ ἀγεννεῖς διατριβάς, ὡς σὺ βλασφημεῖς, [Note] ἀλλ’ ἐν γυμνασίοις διατρίβων, καὶ μετὰ Ἰφικράτους συνεστρατευμένος, καὶ συνεχῶς ἔτος ἤδη τουτὶ τρίτον στρατηγῶν, ἥκει δεησόμενος ὑμῶν ἐμὲ σῶσαι. Ἀφόβητος δ’ οὑτοσί, νεώτατος ἡμῶν ἀδελφός, πεπρεσβευκὼς μὲν ὑπὲρ ὑμῶν ἀξίως τῆς πόλεως πρὸς τὸν Περσῶν βασιλέα, καλῶς δὲ καὶ δικαίως τῶν ὑμετέρων προσόδων ἐπιμεληθείς, ὅτε αὐτὸν ἐπὶ τὴν κοινὴν διοίκησιν εἵλεσθε, καὶ πεπαιδοποιημένος κατὰ τοὺς νόμους, ἀλλ’ οὐ Κνωσίωνι τὴν ἑαυτοῦ γυναῖκα παρακατακλίνων, ὥσπερ σύ, πάρεστι καταφρονῶν τῶν σῶν λοιδοριῶν· τὸ γὰρ ψευδὲς ὄνειδος οὐ περαιτέρω τῆς ἀκοῆς ἀφικνεῖται.

2.150

ἐτόλμησας δὲ καὶ περὶ τῶν ἐμῶν κηδεστῶν εἰπεῖν· οὕτως ἀναιδὴς καὶ πόρρωθεν ἀχάριστος εἶ, ὃς Φιλόδημον τὸν Φίλωνος πατέρα καὶ Ἐπικράτους οὐκ ἀγαπᾶς οὐδὲ προσκυνεῖς, δι’ ὃν εἰς τοὺς δημότας ἐνεγράφης, ὡς ἴσασιν οἱ πρεσβύτεροι Παιανιέων. ἐκπέπληγμαι δέ, εἰ σὺ λοιδορεῖν Φίλωνα τολμᾷς, καὶ ταῦτα ἐν τοῖς ἐπιεικεστάτοις Ἀθηναίων, οἳ δεῦρο εἰσεληλύθασι δικάσοντες ἕνεκα τοῦ βελτίστου τῆς πόλεως, καὶ μᾶλλον προσέχουσι τοῖς βίοις ἡμῶν τοῖς λόγοις.

2.151

πότερα γὰρ ἂν προσδοκᾷς αὐτοὺς εὔξασθαι μυρίους ὁπλίτας ὁμοίους. Φίλωνι γενέσθαι, καὶ τὰ σώματα οὕτω διακειμένους καὶ τὴν Ψυχὴν οὕτω σώφρονας, τρισμυρίους κιναίδους οἵους περ σύ; καὶ τὴν Ἐπικράτους εὐαγωγίαν, τοῦ Φίλωνος ἀδελφοῦ, ἐπανάγεις εἰς ὀνείδη. καὶ τίς αὐτὸν εἶδε πώποτε ἀσχημονήσαντα, μεθ’ ἡμέραν, ὡς σὺ φῄς, ἐν τῇ πομπῇ τῶν Διονυσίων, νύκτωρ; οὐ γὰρ ἂν τοῦτό γ’ εἴποις, ὡς ἔλαθεν· οὐ γὰρ ἠγνοεῖτο.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.147 Aeschin. 2.150 (English) >>Aeschin. 2.153

Powered by PhiloLogic