Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.143 Aeschin. 2.146 (English) >>Aeschin. 2.149

2.145

εὖ δ’ ἴστε, ἄνδρες Ἀθηναῖοι, ὅτι πλεῖστον διαφέρει φήμη καὶ συκοφαντία. φήμη μὲν γὰρ οὐ κοινωνεῖ διαβολῇ, διαβολὴ δὲ ἀδελφόν ἐστι συκοφαντία. [Note] διοριῶ δ’ αὐτῶν ἑκάτερον ἐγὼ σαφῶς. φήμη μέν ἐστιν, ὅταν τὸ πλῆθος τῶν πολιτῶν αὐτόματον ἐκ μηδεμιᾶς προφάσεως λέγῃ τινὰ ὡς γεγενημένην πρᾶξιν· συκοφαντία δ’ ἐστίν, ὅταν πρὸς τοὺς πολλοὺς εἷς ἀνὴρ αἰτίαν ἐμβαλών, ἔν τε ταῖς ἐκκλησίαις ἁπάσαις πρός τε τὴν βουλὴν διαβάλλῃ τινά. καὶ τῇ μὲν φήμῃ δημοσίᾳ θύομεν ὡς θεῷ, τῶν δὲ συκοφαντῶν ὡς κακούργων δημοσίᾳ προβολὰς ποιούμεθα. μὴ οὖν σύναγε εἰς ταὐτὸν τὰ κάλλιστα τοῖς αἰσχίστοις.

2.146

ἐπὶ πολλοῖς μὲν οὖν ἔγωγε τῶν κατηγορημένων ἠγανάκτησα, μάλιστα δὲ ἡνίκα ᾐτιᾶτό με εἶναι προδότην· ἅμα γὰρ ταῖς αἰτίαις ταύταις φανῆναί με ἔδει θηριώδη καὶ τὴν ψυχὴν ἄστοργον καὶ πολλοῖς ἑτέροις πρότερον ἁμαρτήμασι ἔνοχον. τοῦ μὲν οὖν ἐμοῦ βίου καὶ τῆς καθ’ ἡμέραν διαίτης ὑμᾶς δοκιμαστὰς ἱκανοὺς εἶναι νομίζω· δ’ ἐστὶ τοῖς μὲν πολλοῖς ἀσύνοπτα, τοῖς δὲ χρηστοῖς τὰς Ψυχὰς μέγιστα, τούτων ὑμῖν τὰ πλεῖστα καὶ καλῶς ἔχοντα ἐκ τῶν νόμων ὁρᾶν ἀναβιβῶμαι, ἵν’ εἰδῆτε τὰς ἐμὰς παρακαταθήκας, ἃς οἴκοι καταλιπὼν εἰς Μακεδονίαν ἐπρέσβευσα.

2.147

σὺ μὲν γάρ, [Note] Δημόσθενες, ταῦτα ἐπλάσω ἐπ’ ἐμέ, ἐγὼ δ’ ὡς ἐπαιδεύθην καὶ δικαίως ἐξηγήσομαι. οὑτοσὶ μέν ἐστί μοι πατὴρ Ἀτρόμητος, σχεδὸν πρεσβύτατος τῶν πολιτῶν· ἔτη γὰρ ἤδη βεβίωκεν ἐνενήκοντα καὶ τέτταρα· συμβέβηκε δὲ αὐτῷ νέῳ μὲν ὄντι, πρὶν τὴν οὐσίαν ἀπολέσαι διὰ τὸν πόλεμον, ἀθλεῖν τῷ σώματι, ἐκπεσόντι δὲ ὑπὸ τῶν τριάκοντα στρατεύεσθαι μὲν ἐν τῇ Ἀσίᾳ, ἀριστεύειν δ’ ἐν τοῖς κινδύνοις, εἶναι δ’ ἐκ φρατρίας τὸ γένος τῶν αὐτῶν βωμῶν Ἐτεοβουτάδαις μετέχει, ὅθεν τῆς Ἀθηνᾶς τῆς Πολιάδος ἐστὶν ἱέρεια, συγκατάγειν δὲ τὸν δῆμον, ὥσπερ καὶ ὀλίγῳ πρότερον εἶπον.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.143 Aeschin. 2.146 (English) >>Aeschin. 2.149

Powered by PhiloLogic