Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.140 Aeschin. 2.144 (English) >>Aeschin. 2.147

2.143

ὅτι δ’ ἀληθῆ λέγω, κάλει μοι Μνάσωνα τὸν Φωκέα καὶ τοὺς συμπρέσβεις, καὶ τοὺς ἀπὸ τῆς τῶν Βοιωτῶν φυγῆς ᾑρημένους. ἀνάβηθι δεῦρο, Λίπαρε καὶ Πυθίων, καὶ τὴν αὐτὴν ἀπόδοτέ μοι χάριν εἰς τὴν τοῦ σώματος σωτηρίαν, ἥνπερ ἐγὼ ὑμῖν.Συνηγορία Βοιωτῶν καὶ Φωκέων

πῶς οὖν οὐκ ἂν δεινὰ πάθοιμι, εἰ κατηγοροῦντος μὲν Δημοσθένους τοῦ Θηβαιων προξένου καὶ πονηροτάτου τῶν Ἑλλήνων, συναγορευόντων δέ μοι Φωκέων καὶ Βοιωτῶν ἁλοίην;

2.144

ἐτόλμησε δ’ εἰπεῖν ὡς ἐγὼ τοῖς ἐμαυτοῦ λόγοις περιπίπτω. φησὶ γάρ με εἰπεῖν, ὅτ’ ἔκρινον Τίμαρχον, ὅτι πάντες κατ’ αὐτοῦ τὴν τῆς πορνείας φήμην παρειλήφασι, τὸν δ’ Ἡσίοδον ποιητὴν ἀγαθὸν ὄντα λέγειν, φήμη δ’ οὔτις πάμπαν ἀπόλλυται, ἥντινα λαοὶ
πολλοὶ φημίξωσι· [Note] θεός νυ τίς ἐστι καὶ αὐτή.
Hes. WD 763-4
τὴν δ’ αὐτὴν ταύτην θεὸν ἥκειν νῦν κατηγοροῦσαν ἐμοῦ· πάντας γὰρ λέγειν ὡς χρήματα ἔχω παρὰ Φιλίππου.

2.145

εὖ δ’ ἴστε, ἄνδρες Ἀθηναῖοι, ὅτι πλεῖστον διαφέρει φήμη καὶ συκοφαντία. φήμη μὲν γὰρ οὐ κοινωνεῖ διαβολῇ, διαβολὴ δὲ ἀδελφόν ἐστι συκοφαντία. [Note] διοριῶ δ’ αὐτῶν ἑκάτερον ἐγὼ σαφῶς. φήμη μέν ἐστιν, ὅταν τὸ πλῆθος τῶν πολιτῶν αὐτόματον ἐκ μηδεμιᾶς προφάσεως λέγῃ τινὰ ὡς γεγενημένην πρᾶξιν· συκοφαντία δ’ ἐστίν, ὅταν πρὸς τοὺς πολλοὺς εἷς ἀνὴρ αἰτίαν ἐμβαλών, ἔν τε ταῖς ἐκκλησίαις ἁπάσαις πρός τε τὴν βουλὴν διαβάλλῃ τινά. καὶ τῇ μὲν φήμῃ δημοσίᾳ θύομεν ὡς θεῷ, τῶν δὲ συκοφαντῶν ὡς κακούργων δημοσίᾳ προβολὰς ποιούμεθα. μὴ οὖν σύναγε εἰς ταὐτὸν τὰ κάλλιστα τοῖς αἰσχίστοις.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.140 Aeschin. 2.144 (English) >>Aeschin. 2.147

Powered by PhiloLogic