Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.138 Aeschin. 2.142 (English) >>Aeschin. 2.144

2.140

τοιγάρτοι Θηβαίων μὲν παρακαθημένων καὶ δεομένων, τῆς δ’ ἡμετέρας πόλεως διὰ σὲ τεθορυβημένης καὶ τῶν Ἀθηναίων ὁπλιτῶν οὐ παρόντων, Θετταλῶν δὲ Θηβαίοις προσθεμένων διὰ τὴν ὑμετέραν ἀβουλίαν καὶ τὴν πρὸς Φωκέας ἔχθραν, προϋπῆρχε Θετταλοῖς ἐκ παλαιῶς χρόνων, ὅτε αὐτῶν τοὺς ὁμήρους λαβόντες Φωκεῖς κατηλόησαν, Φαλαίκου δὲ πρὶν ἐμὲ ἐλθεῖν καὶ Στέφανον καὶ Δερκύλον καὶ τοὺς ἄλλους [Note] πρέσβεις ἀπεληλυθότος ὑποσπόνδου,

2.141

Ὀρχομενίων δὲ περιφόβων ὄντων καὶ σπονδὰς τοῖς σώμασιν αἰτησάντων, ὥστε ἀπελθεῖν ἐκ τῆς Βοιωτίας, παρεστηκότων μὲν τῶν Θηβαίων πρέσβεων, ὑπολειπομένης δ’ ἔχθρας φανερᾶς Φιλίππῳ πρὸς Θηβαίους καὶ Θετταλούς, τότε ἀπώλοντο αἱ πράξεις οὐ δι’ ἐμέ, ἀλλὰ διὰ τὴν προδοσίαν καὶ τὴν πρὸς Θηβαίους προξενίαν. μεγάλα δ’ οἶμαι τούτων ἔργῳ [Note] σημεῖα ἐπιδείξειν.

2.142

εἰ γάρ τι τούτων ἀληθὲς ἦν ὧν σὺ λέγεις, κατηγόρουν ἄν μου Βοιωτῶν καὶ Φωκέων οἱ φεύγοντες, ὧν τοὺς μὲν ἐξεβεβλήκειν, τοὺς δ’ ἐκώλυσα κατελθεῖν· νῦν δ’ οὐχὶ τὰ συμβάντα λογιζόμενοι, ἀλλὰ τὴν εὔνοιαν τὴν ἐμὴν ἀποδεχόμενοι, συλλεγέντες οἱ φεύγοντες Βοιωτῶν ᾕρηνταί μοι συνηγόρους, ἥκουσι δ’ ἀπὸ τῶν ἐν Φωκεῦσι πόλεων πρέσβεις, οὓς ἐγὼ τὴν τρίτην πρεσβείαν τὴν [Note] ἐπὶ τοὺς Ἀμφικτύονας πρεσβεύων ἔσωσα, Οἰταίων ἐγχειρούντων λέγειν ὡς δεῖ τοὺς ἡβῶντας ὠθεῖν κατὰ τοῦ κρημνοῦ, καὶ παρήγαγον εἰς τοὺς Ἀμφικτύονας, ὥστε ἀπολογίας τυχεῖν. μὲν γὰρ Φάλαικος [Note] ὑπόσπονδος ἀφεῖτο, οἱ δὲ ἀναίτιοι ἀποθνῄσκειν ἔμελλον, συναγορεύοντος δ’ ἐμοῦ διεσώθησαν.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.138 Aeschin. 2.142 (English) >>Aeschin. 2.144

Powered by PhiloLogic