Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.11 Aeschin. 2.14 (English) >>Aeschin. 2.17

2.13

ἐπειδὴ δὲ ἐπανῆκε δεῦρ’ ἀπὸ τῆς πρεσβείας Κτησιφῶν, ἀπήγγειλε πρὸς ὑμᾶς ὑπὲρ ὧν ἐπέμφθη, καὶ πρὸς τούτοις, ὅτι φαίη Φίλιππος ἄκων μὲν πολεμῆσαι πρὸς ὑμᾶς, βούλεσθαι δὲ καὶ νῦν ἀπαλλαγῆναι τοῦ πολέμου. εἰπόντος δὲ ταῦτα τοῦ Κτησιφῶντος, καὶ πολλήν τινα ἐξαγγείλαντος πρὸς τούτοις φιλανθρωπίαν, καὶ τοῦ δήμου σφόδρα ἀποδεξαμένου καὶ τὸν Κτησιφῶντα ἐπαινέσαντος, ἀντειπόντος δ’ οὐδενός, ἐνταῦθα ἤδη δίδωσι ψήφισμα Φιλοκράτης Ἁγνούσιος, καὶ δῆμος ἅπας ὁμογνωμονῶν ἐχειροτόνησεν, ἐξεῖναι Φιλίππῳ δεῦρο κήρυκα [Note] καὶ πρέσβεις πέμπειν ὑπὲρ εἰρήνης. πρότερον μὲν γὰρ καὶ αὐτὸ τοῦτ’ ἐκωλύετο ὑπό τινων, οἷς ἦν τοῦτ’ ἐπιμελές, ὡς αὐτὸ τὸ πρᾶγμα ἔδειξεν.

2.14

γράφονται γὰρ οὗτοι παρανόμων τὸ ψήφισμα, Λυκῖνον ἐπὶ τὴν γραφὴν ἐπιγραψάμενοι, καὶ τίμημα ἑκατὸν τάλαντα. καὶ μετὰ ταῦτ’ εἰσῄει γραφὴ εἰς τὸ δικαστήριον, ἀρρώστως δ’ ἔχων Φιλοκράτης ἐκάλεσεν αὑτῷ συνήγορον Δημοσθένην, ἀλλ’ οὐκ ἐμέ. παρελθὼν δ’ μισοφίλιππος Δημοσθένης, κατέτριψε τὴν ἡμέραν ἀπολογούμενος· καὶ τὸ τελευταῖον ἀποφεύγει φεύγει Φιλοκράτης, δὲ γραψάμενος τὸ πέμπτον μέρος τῶν ψήφων οὐ μεταλαμβάνει. καὶ ταῦθ’ ὑμεῖς ἅπαντες ἴστε.

2.15

ὑπὸ δὲ τοὺς αὐτοὺς καιροὺς Ὄλυνθος ἑάλω, καὶ πολλοὶ τῶν ἡμετέρων ἐγκατελήφθησαν πολιτῶν, ὧν ἦν Ἰατροκλῆς Ἐργοχάρους ἀδελφὸς καὶ Εὐήρατος Στρομβίχου υἱός. ὑπὲρ δὴ τούτων ἱκετηρίαν θέντες οἱ οἰκεῖοι ἐδέοντο ὑμῶν ἐπιμέλειαν ποιήσασθαι. παρελθόντες δ’ αὐτοῖς συνηγόρουν Φιλοκράτης καὶ Δημοσθένης, ἀλλ’ οὐκ Αἰσχίνης. καὶ πέμπουσι πρεσβευτὴν Ἀριστόδημον τὸν ὑποκριτὴν πρὸς Φίλιππον, διὰ τὴν γνῶσιν καὶ φιλανθρωπίαν τῆς τέχνης.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.11 Aeschin. 2.14 (English) >>Aeschin. 2.17

Powered by PhiloLogic