Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.134 Aeschin. 2.137 (English) >>Aeschin. 2.140

2.136

ἀλλ’ οὗτος μόνος τὸ συμβησόμενον ἠγνόει; ὑμεῖς δὲ αὐτοὶ δημοσίᾳ πῶς διέκεισθε; οὐ πάντες προσεδοκᾶτε Φίλιππον ταπεινώσειν Θηβαίους, ὁρῶντά τ’ [Note] αὐτῶν τὴν θρασύτητα, καὶ τῷ [Note] μὴ βούλεσθαι δύναμιν ἀνθρώπων ἀπίστων ἐπαυξῆσαι; [Note] Λακεδαιμόνιοι δὲ οὐ μεθ’ ἡμῶν τἀναντία Θηβαίοις ἐπρέσβευον, καὶ τελευτῶντες προσέκρουον φανερῶς ἐν Μακεδονίᾳ καὶ διηπειλοῦντο; [Note] αὐτοὶ δὲ οὐκ ἠπόρουν καὶ ἐφοβοῦντο οἱ τῶν Θηβαίων πρέσβεις; Θετταλοὶ δὲ οὐ κατεγέλων τῶν ἄλλων, ὑπὲρ αὑτῶν φάσκοντες τὴν στρατείαν εἶναι;

2.137

τῶν δ’ ἑταίρων τινὲς τῶν Φιλίππου οὐ διαρρήδην πρός τινας ἡμῶν ἔλεγον ὅτι τὰς ἐν Βοιωτοῖς πόλεις κατοικιεῖ Φίλιππος; Θηβαῖοι δ’ οὐκ ἐξεληλύθεσαν πανδημεί, ἀπιστοῦντες τοῖς πράγμασιν; ὑμῖν δὲ ταῦθ’ ὁρῶν οὐκ ἔπεμψεν ἐπιστολὴν Φίλιππος, ἐξιέναι πάσῃ τῇ δυνάμει βοηθήσοντας τοῖς δικαίοις; οἱ δὲ νῦν πολεμικοὶ καὶ τὴν εἰρήνην ἀνανδρίαν καλοῦντες, οὐ διεκώλυσαν ὑμᾶς ἐξελθεῖν εἰρήνης καὶ συμμαχίας γεγενημένης, [Note] δεδιέναι φάσκοντες μὴ τοὺς στρατιώτας ὑμῶν ὁμήρους λάβῃ Φίλιππος;

2.138

πότερον οὖν ἐγὼ τοὺς προγόνους ἐκώλυσα τὸν δῆμον μιμεῖσθαι, σὺ καὶ οἱ μετὰ σοῦ συνεστηκότες ἐπὶ τὰ κοινά; καὶ πότερον ἦν ἀσφαλεστέρα καὶ καλλίων Ἀθηναίοις ἔξοδος, ἡνίκα ἤκμαζον μὲν [Note] τῇ μανίᾳ Φωκεῖς, ἐπολέμουν δὲ Φιλίππῳ, εἶχον δὲ Ἀλπωνὸν καὶ Νίκαιαν, οὔπω παραδόντος Φαλαίκου Μακεδόσι, τὰς σπονδὰς δὲ οἷς ἐμέλλομεν βοηθεῖν τὰς μυστηριώτιδας οὐκ ἐδέχοντο, Θηβαίους δ’ ὄπισθεν κατελείπομεν, [Note] μεταπεμπομένου μὲν Φιλίππου, ὅρκων δ’ ἡμῖν καὶ συμμαχίας γεγενημένης, Θετταλῶν δὲ καὶ τῶν ἄλλων Ἀμφικτυόνων στρατευόντων;



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.134 Aeschin. 2.137 (English) >>Aeschin. 2.140

Powered by PhiloLogic