Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.131 Aeschin. 2.134 (English) >>Aeschin. 2.137

2.133

ψηφισαμένων δ’ ὑμῶν παραδοῦναι Προξένῳ τῷ στρατηγῷ τοὺς Φωκέας ταῦτα τὰ χωρία, καὶ πεντήκοντα πληροῦν τριήρεις, καὶ τοὺς μέχρι τετταράκοντα ἐτῶν [Note] ἐξιέναι, ἀντὶ τοῦ παραδοῦναι τὰ χωρία Προξένῳ, ἔδησαν οἱ τύραννοι τοὺς πρέσβεις τοὺς ἐπηγγελμένους [Note] ὑμῖν παραδώσειν τὰ φυλακτήρια, καὶ τοῖς σπονδοφόροις τοῖς τὰς μυστηριώτιδας σπονδὰς ἐπαγγέλλουσι μόνοι τῶν Ἑλλήνων Φωκεῖς οὐκ ἐσπείσαντο. καὶ πάλιν Ἀρχιδάμου τοῦ Λάκωνος παραλαμβάνειν ὄντος ἑτοίμου τὰ χωρία καὶ φυλάττειν, οὐκ ἐπείσθησαν, ἀλλ’ ἀπεκρίναντο αὐτῷ τὰ τῆς Σπάρτης δεινὰ δεδιέναι καὶ μὴ τὰ παρ’ αὑτοῖς. [Note]

2.134

κἀνταῦθα οὔπω διελέλυσθε Φιλίππῳ, ἀλλ’ ἐν τῇ αὐτῇ ἡμέρᾳ περί τε τῆς εἰρήνης ἐβουλεύεσθε, καὶ τῆς ἐπιστολῆς ἠκούετε τῆς Προξένου, ὅτι Φωκεῖς οὐ παραδεδώκασιν αὐτῷ τὰ χωρία, καὶ οἱ τὰ μυστήρια ἐπαγγέλλοντες [Note] μόνους τῶν ἄλλων Ἑλλήνων ἀπέφαινον [Note] Φωκέας οὐ δεδεγμένους τὰς σπονδάς, ἀλλὰ καὶ τοὺς δεῦρο ἐληλυθότας πρέσβεις δεδεκότας. ὅτι δὲ ἀληθῆ λέγω, κάλει μοι τοὺς σπονδοφόρους, καὶ τοὺς παρὰ Προξένου τοῦ στρατηγοῦ πρεσβεύσαντας εἰς Φωκέας, Καλλικράτην καὶ Μεταγένην, καὶ τῆς ἐπιστολῆς ἀκούσατε τῆς Προξένου.ΜαρτυρίαιἘπιστολή

2.135

ἀκούετε, ἄνδρες Ἀθηναῖοι, τῶν χρόνων παραναγιγνωσκομένων ἐκ τῶν δημοσίων γραμμάτων, καὶ τῶν μαρτύρων ὑμῖν προσδιαμαρτυρούντων, [Note] ὅτι πρὶν ἐμὲ χειροτονηθῆναι πρεσβευτήν, Φάλαικος τῶν Φωκέων τύραννος ἡμῖν μὲν καὶ Λακεδαιμονίοις ἠπίστει, Φιλίππῳ δ’ ἐπίστευεν.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.131 Aeschin. 2.134 (English) >>Aeschin. 2.137

Powered by PhiloLogic