Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.125 Aeschin. 2.129 (English) >>Aeschin. 2.132

2.127

κἂν φῶσιν ἀπόκοιτόν με τουτωνὶ πώποτε τῶν συσσίτων [Note] γεγονέναι, μὴ φείσησθέ μου, ἄνδρες Ἀθηναῖοι, ἀλλ’ ἀναστάντες ἀποκτείνατε. ἐὰν δ’ ἐξελεγχθῇς ψευδόμενος, Δημόσθενες, τοιαύτην δίκην δός· ὁμολόγησον ἀνδρόγυνος εἶναι καὶ μὴ ἐλεύθερος ἐναντίον τούτων. κάλει μοι τοὺς οἰκέτας δεῦρο ἐπὶ τὸ βῆμα, καὶ τὴν τῶν συμπρέσβεων ἀναγίγνωσκε μαρτυρίαν.ΜαρτυρίαΠρόκλησις

2.128

ἐπειδὴ τοίνυν οὐ δέχεται τὴν πρόκλησιν, οὐδ’ ἄν φησιν ἐν βασάνοις ἀνδραπόδων γενέσθαι, λαβέ μοι τὴν ἐπιστολὴν ταύτην, ἣν Φίλιππος ἔπεμψε. δῆλον γὰρ ὅτι μεγάλα τὴν πόλιν παραλογίζεται, δι’ ἣν ἠγρυπνοῦμεν γράφοντες.Ἐπιστολή

2.129

ἀκούετε, ἄνδρες, ὅτιτοὺς ὅρκους ἀποδέδωκα,” φησί, “τοῖς ὑμετέροις πρέσβεσι,” καὶ τῶν συμμάχων τῶν ἑαυτοῦ τοὺς παραγενομένους κατ’ ὄνομα γέγραφε, καὶ αὐτοὺς καὶ τὰς πόλεις αὐτῶν, τοὺς δ’ ὑστερήσαντας τῶν συμμάχων ἀποστελεῖν φησι πρὸς ὑμᾶς. ταῦτ’ οὖν οὐκ ἂν οἴεσθε δύνασθαι γράψαι Φίλιππον μεθ’ ἡμέραν ἄνευ ἐμοῦ;

2.130

ἀλλ’ ἔμοιγε νὴ τοὺς θεοὺς οὗτος [Note] δοκεῖ τοῦτο μόνον λογίζεσθαι, ὅπως μεταξὺ λέγων εὐδοκιμήσει· εἰ δὲ μικρὸν ἐπισχὼν δόξει πονηρότατος τῶν Ἑλλήνων εἶναι, οὐδὲ μικρὸν φροντίζειν. [Note] τί γὰρ ἄν τις τοιούτῳ πιστεύσειεν ἀνθρώπῳ, ὃς ἐγκεχείρηκε λέγειν ὡς Φίλιππος, οὐ τοῖς αὑτοῦ στρατηγήμασιν, ἀλλὰ ταῖς ἐμαῖς δημηγορίαις, εἴσω Πυλῶν παρῆλθε; καὶ λογισμόν τινα ἡμερῶν συνηριθμεῖτο πρὸς ὑμᾶς, ἐν αἷς ἐγὼ μὲν ἀπήγγελλον τὴν πρεσβείαν, οἱ δὲ Φαλαίκου τοῦ Φωκέων τυράννου δρομοκήρυκες τἀνθένδε ἐκεῖσε διήγγελλον, πιστεύσαντες δὲ οἱ Φωκεῖς ἐμοὶ εἴσω Πυλῶν αὐτὸν παρεδέξαντο καὶ τὰς πόλεις τὰς αὑτῶν παρέδοσαν.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.125 Aeschin. 2.129 (English) >>Aeschin. 2.132

Powered by PhiloLogic