Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.124 Aeschin. 2.128 (English) >>Aeschin. 2.131

2.126

ὅτι δ’ οὐδὲν ἀληθὲς λέγεις, ἥκουσι μὲν μαρτυρήσοντες μεθ’ ὧν συνεσίτουν, Ἀγλαοκρέων Τενέδιος καὶ Ἰατροκλῆς Πασιφῶντος, μεθ’ ὧν ἑξῆς ἅπαντα τὸν χρόνον τὰς νύκτας ἀνεπαυόμην, οἳ συνίσασίν μοι μηδεμίαν πώποτε ἀπ’ αὐτῶν νύκτα ἀπογενομένῳ, μηδὲ μέρος νυκτός· ἄγομεν δὲ καὶ τοὺς οἰκέτας καὶ παραδίδομεν εἰς βάσανον. καὶ τὸν μὲν λόγον, εἰ συγχωρεῖ [Note] κατήγορος, καταλύω· παρέσται δὲ δημόσιος καὶ βασανιεῖ ἐναντίον ὑμῶν, ἂν κελεύητε. ἐνδέχεται δὲ τὸ λοιπὸν μέρος τῆς ἡμέρας ταῦτα πρᾶξαι· πρὸς ἕνδεκα γὰρ ἀμφορέας ἐν διαμεμετρημένῃ τῇ ἡμέρᾳ κρίνομαι.

2.127

κἂν φῶσιν ἀπόκοιτόν με τουτωνὶ πώποτε τῶν συσσίτων [Note] γεγονέναι, μὴ φείσησθέ μου, ἄνδρες Ἀθηναῖοι, ἀλλ’ ἀναστάντες ἀποκτείνατε. ἐὰν δ’ ἐξελεγχθῇς ψευδόμενος, Δημόσθενες, τοιαύτην δίκην δός· ὁμολόγησον ἀνδρόγυνος εἶναι καὶ μὴ ἐλεύθερος ἐναντίον τούτων. κάλει μοι τοὺς οἰκέτας δεῦρο ἐπὶ τὸ βῆμα, καὶ τὴν τῶν συμπρέσβεων ἀναγίγνωσκε μαρτυρίαν.ΜαρτυρίαΠρόκλησις

2.128

ἐπειδὴ τοίνυν οὐ δέχεται τὴν πρόκλησιν, οὐδ’ ἄν φησιν ἐν βασάνοις ἀνδραπόδων γενέσθαι, λαβέ μοι τὴν ἐπιστολὴν ταύτην, ἣν Φίλιππος ἔπεμψε. δῆλον γὰρ ὅτι μεγάλα τὴν πόλιν παραλογίζεται, δι’ ἣν ἠγρυπνοῦμεν γράφοντες.Ἐπιστολή

2.129

ἀκούετε, ἄνδρες, ὅτιτοὺς ὅρκους ἀποδέδωκα,” φησί, “τοῖς ὑμετέροις πρέσβεσι,” καὶ τῶν συμμάχων τῶν ἑαυτοῦ τοὺς παραγενομένους κατ’ ὄνομα γέγραφε, καὶ αὐτοὺς καὶ τὰς πόλεις αὐτῶν, τοὺς δ’ ὑστερήσαντας τῶν συμμάχων ἀποστελεῖν φησι πρὸς ὑμᾶς. ταῦτ’ οὖν οὐκ ἂν οἴεσθε δύνασθαι γράψαι Φίλιππον μεθ’ ἡμέραν ἄνευ ἐμοῦ;



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.124 Aeschin. 2.128 (English) >>Aeschin. 2.131

Powered by PhiloLogic