Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.122 Aeschin. 2.125 (English) >>Aeschin. 2.129

2.124

τίνες οὖν ἦσαν αἱ ἀπάται, ταῦτα γὰρ τοῦ γόητος ἀνθρώπου, ἐξ ὧν εἴρηκε λογίσασθε. εἰσπλεῖν μέ φησιν ἐν μονοξύλῳ πλοίῳ κατὰ τὸν Λοιδίαν [Note] ποταμὸν τῆς νυκτὸς ὡς Φίλιππον, καὶ τὴν ἐπιστολὴν τὴν δεῦρο ἐλθοῦσαν Φιλίππῳ γράψαι. μὲν γὰρ Λεωσθένης, φεύγων ἐνθένδε διὰ τοὺς συκοφάντας, οὐ δυνατὸς ἦν ἐπιδεξίως ἐπιστολὴν γράψαι, ὃν οὐκ ὀκνοῦσί τινες ἀποφαίνεσθαι μετὰ Καλλίστρατον τὸν Ἀφιδναῖον τῶν ἄλλων μάλιστα εἰπεῖν δύνασθαι·

2.125

οὐδ’ αὐτὸς Φίλιππος, πρὸς ὃν ἀντειπεῖν Δημοσθένης ὑπὲρ ὑμῶν οὐκ ἠδυνήθη· οὐδ’ Βυζάντιος Πύθων, ἄνθρωπος ἐπὶ τῷ [Note] γράφειν μέγα φρονῶν· ἀλλ’ ὡς ἔοικε τὸ πρᾶγμα ἐμοῦ προσεδεῖτο. καὶ λέγεις μὲν ὅτι Φιλίππῳ μεθ’ ἡμέραν πολλάκις μόνος μόνῳ διελεγόμην, αἰτιᾷ δὲ εἰσπλεῖν με νύκτωρ κατὰ τὸν ποταμόν· οὕτω νυκτερινῆς ἐπιστολῆς τὸ πρᾶγμα ἐδεῖτο.

2.126

ὅτι δ’ οὐδὲν ἀληθὲς λέγεις, ἥκουσι μὲν μαρτυρήσοντες μεθ’ ὧν συνεσίτουν, Ἀγλαοκρέων Τενέδιος καὶ Ἰατροκλῆς Πασιφῶντος, μεθ’ ὧν ἑξῆς ἅπαντα τὸν χρόνον τὰς νύκτας ἀνεπαυόμην, οἳ συνίσασίν μοι μηδεμίαν πώποτε ἀπ’ αὐτῶν νύκτα ἀπογενομένῳ, μηδὲ μέρος νυκτός· ἄγομεν δὲ καὶ τοὺς οἰκέτας καὶ παραδίδομεν εἰς βάσανον. καὶ τὸν μὲν λόγον, εἰ συγχωρεῖ [Note] κατήγορος, καταλύω· παρέσται δὲ δημόσιος καὶ βασανιεῖ ἐναντίον ὑμῶν, ἂν κελεύητε. ἐνδέχεται δὲ τὸ λοιπὸν μέρος τῆς ἡμέρας ταῦτα πρᾶξαι· πρὸς ἕνδεκα γὰρ ἀμφορέας ἐν διαμεμετρημένῃ τῇ ἡμέρᾳ κρίνομαι.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.122 Aeschin. 2.125 (English) >>Aeschin. 2.129

Powered by PhiloLogic