Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.121 Aeschin. 2.124 (English) >>Aeschin. 2.127

2.123

καίτοι τίς ἂν αὐτῷ καλλίων καιρὸς ἐγένετο, τότ’ ἐξελέγχειν εὐθύς, εἴ τι τὴν πόλιν ἐξηπάτων; φῂς γάρ με ἐν μὲν τῇ προτέρᾳ πρεσβείᾳ λαθεῖν σαυτὸν συνεστηκότα ἐπὶ τὴν πόλιν, ἐν δὲ τῇ ὑστέρᾳ αἰσθέσθαι, ἐν συναγορεύων μοι φαίνῃ. κἀκείνης μὲν ἅμα κατηγορῶν οὐ φῂς κατηγορεῖν, τῆς δ’ ἐπὶ τοὺς ὅρκους κατηγορεῖς. καίτοι εἰ τὴν εἰρήνην ψέγεις, σὺ καὶ τὴν συμμαχίαν ἔγραψας· καὶ Φίλιππος εἴ τι τὴν πόλιν ἐξηπάτα, διὰ τοῦτο ἐψεύδετο, ὅπως τῆς εἰρήνης ἥπερ [Note] συνέφερεν αὐτῷ τύχοι. οὐκοῦν μὲν προτέρα πρεσβεία τὸν καιρὸν τοῦτον εἶχεν, δ’ ὑστέρα ἐπὶ πεπραγμένοις ἐγίγνετο.

2.124

τίνες οὖν ἦσαν αἱ ἀπάται, ταῦτα γὰρ τοῦ γόητος ἀνθρώπου, ἐξ ὧν εἴρηκε λογίσασθε. εἰσπλεῖν μέ φησιν ἐν μονοξύλῳ πλοίῳ κατὰ τὸν Λοιδίαν [Note] ποταμὸν τῆς νυκτὸς ὡς Φίλιππον, καὶ τὴν ἐπιστολὴν τὴν δεῦρο ἐλθοῦσαν Φιλίππῳ γράψαι. μὲν γὰρ Λεωσθένης, φεύγων ἐνθένδε διὰ τοὺς συκοφάντας, οὐ δυνατὸς ἦν ἐπιδεξίως ἐπιστολὴν γράψαι, ὃν οὐκ ὀκνοῦσί τινες ἀποφαίνεσθαι μετὰ Καλλίστρατον τὸν Ἀφιδναῖον τῶν ἄλλων μάλιστα εἰπεῖν δύνασθαι·

2.125

οὐδ’ αὐτὸς Φίλιππος, πρὸς ὃν ἀντειπεῖν Δημοσθένης ὑπὲρ ὑμῶν οὐκ ἠδυνήθη· οὐδ’ Βυζάντιος Πύθων, ἄνθρωπος ἐπὶ τῷ [Note] γράφειν μέγα φρονῶν· ἀλλ’ ὡς ἔοικε τὸ πρᾶγμα ἐμοῦ προσεδεῖτο. καὶ λέγεις μὲν ὅτι Φιλίππῳ μεθ’ ἡμέραν πολλάκις μόνος μόνῳ διελεγόμην, αἰτιᾷ δὲ εἰσπλεῖν με νύκτωρ κατὰ τὸν ποταμόν· οὕτω νυκτερινῆς ἐπιστολῆς τὸ πρᾶγμα ἐδεῖτο.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.121 Aeschin. 2.124 (English) >>Aeschin. 2.127

Powered by PhiloLogic