Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.118 Aeschin. 2.121 (English) >>Aeschin. 2.124

2.120

ἔλεγον δὲ πρὸς ὑμᾶς, ὅτι Κλεοχάρης Χαλκιδεὺς θαυμάζειν ὑμῶν καὶ Φιλίππου φαίη τὴν ἐξαίφνης ὁμόνοιαν, ἄλλως τε καὶ [Note] προστεταγμένον ἡμῖν, πράττειν ἀγαθὸν τι ἂν δυνώμεθα· [Note] τοὺς γὰρ μικροπολίτας, ὥσπερ αὐτός, φοβεῖν τὰ τῶν μειζόνων ἀπόρρητα. ταῦτα οὐ διηγήσασθαί με φησίν, ἀλλ’ ἐπηγγέλθαι τὴν Εὔβοιαν παραδώσειν. ἐγὼ δὲ ὑπειλήφειν δεῖν τὴν πόλιν τὴν ὑπὲρ τῶν ὅλων μέλλουσαν βουλεύεσθαι μηδενὸς λόγου Ἑλληνικοῦ ἀνήκοον εἶναι.

2.121

διέβαλλε δέ, κἀκεῖνον διαιρούμενος τὸν λόγον, ὡς ἀπαγγέλλειν τἀληθῆ βουλόμενος, ὑπ’ ἐμοῦ καὶ Φιλοκράτους κωλυθείη. ἐγὼ δ’ ὑμᾶς ἡδέως ἂν ἐροίμην, εἴ τις πώποτε Ἀθηναίων πρεσβευτὴς ἐκπεμφθείς, ἐφ’ οἷς πεπρέσβευκε κεκώλυται πρὸς τὸν δῆμον ἀπαγγέλλειν, καὶ ταῦτα παθὼν καὶ ἀτιμασθεὶς ὑπὸ τῶν συμπρέσβεων, τούτους ἔγραψ’ ἂν [Note] ἐπαινέσαι καὶ καλέσαι ἐπὶ δεῖπνον. Δημοσθένης τοίνυν ἥκων ἀπὸ τῆς ὑστέρας πρεσβείας, ἐν φησι τὰ τῶν Ἑλλήνων πράγματα ἀνατραπῆναι, οὐκ ἐν τῷ ψηφίσματι μόνον ἡμᾶς ἐπῄνει,

2.122

ἀλλ’ ἀπαγγείλαντος πρὸς τὸν δῆμον ἐμοῦ τοὺς περὶ τῶν Ἀμφικτυόνων λόγους καὶ Βοιωτῶν, οὐχ ὥσπερ νῦν συντέμνοντος οὐδ’ ἐπειγομένου, ἀλλ’ ὡς ἐδυνάμην κατὰ ῥῆμα ἀκριβέστατα, καὶ τοῦ δήμου σφόδρα ἀποδεχομένου, παρακληθεὶς ὑπ’ ἐμοῦ μετὰ τῶν ἄλλων συμπρέσβεων καὶ ἐρωτώμενος, [Note] εἰ τἀληθῆ καὶ ταὐτὰ ἀπαγγέλλω πρὸς Ἀθηναίους ἅπερ πρὸς Φίλιππον εἶπον, πάντων μαρτυρούντων καὶ ἐπαινούντων με τῶν συμπρέσβεων, ἐπαναστὰς ἐπὶ πᾶσιν οὐκ ἔφη με, ὥσπερ ἐκεῖ, [Note] οὕτως ἐν τῷ παρόντι λέγειν, ἀλλ’ ἐκεῖ διπλασίῳ [Note] ἄμεινον. καὶ τούτων ὑμεῖς οἱ τὴν ψῆφον μέλλοντες φέρειν ἐστέ μοι μάρτυρες.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.118 Aeschin. 2.121 (English) >>Aeschin. 2.124

Powered by PhiloLogic