Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.7 Aeschin. 2.12 (English) >>Aeschin. 2.14

2.10

ἐνεχείρησε δ’ ἀπεικάζειν με Διονυσίῳ τῷ Σικελίας τυράννῳ, καὶ μετὰ σπουδῆς καὶ κραυγῆς πολλῆς παρεκελεύσαθ’ ὑμῖν φυλάξασθαι, καὶ τὸ τῆς ἱερείας ἐνύπνιον τῆς ἐν Σικελίᾳ διηγήσατο. οὕτω δ’ ἄνω τὸ πρᾶγμα ἐξάρας, ἐφθόνησέ μου ταῖς διαβολαῖς, τὰς αἰτίας ἀνατιθεὶς τῶν πεπραγμένων οὐ τοῖς ἐμοῖς λόγοις, ἀλλὰ τοῖς ὅπλοις τοῖς Φιλίππου.

2.11

πρὸς δὴ τοσαύτην τόλμαν καὶ τερατείαν ἀνθρώπου χαλεπὸν καὶ διαμνημονεῦσαι [Note] καθ’ ἕκαστα, καὶ λέγειν μετὰ κινδύνου πρὸς ἀπροσδοκήτους διαβολάς. ὅθεν δ’ ἡγοῦμαι σαφεστάτους τέ μοι τοὺς λόγους ἔσεσθαι καὶ γνωρίμους ὑμῖν καὶ δικαίους, ἐντεῦθεν ἄρξομαι, ἀπὸ τῶν περὶ τῆς εἰρήνης λόγων καὶ τῆς αἱρέσεως τῆς πρεσβείας· οὕτω γὰρ μάλιστα καὶ μεμνήσομαι, καὶ δυνήσομαι εἰπεῖν, καὶ ὑμεῖς μαθήσεσθε.

2.12

ἅπαντας γὰρ ὑμᾶς οἶμαι τοῦτό γε αὐτοὺς [Note] μνημονεύειν, ὅθ’ οἱ πρέσβεις οἱ τῶν Εὐβοέων, ἐπειδὴ περὶ τῆς πρὸς αὑτοὺς εἰρήνης τῷ δήμῳ διελέχθησαν, εἶπον, ὅτι καὶ Φίλιππος αὐτοὺς κελεύσειεν ὑμῖν ἀπαγγεῖλαι ὅτι βούλεται διαλύσασθαι πρὸς ὑμᾶς καὶ εἰρήνην [Note] ἄγειν. οὐ πολλῷ δ’ ὕστερον χρόνῳ Φρύνων Ῥαμνούσιος ἑάλω ὑπὸ λῃστῶν ἐν ταῖς σπονδαῖς ταῖς Ὀλυμπιακαῖς, ὡς αὐτὸς ᾐτιᾶτο· ἐπειδὴ δ’ ἐπανῆλθε δεῦρο λυτρωθείς, ἐδεῖτο ὑμῶν πρεσβευτὴν αὑτῷ πρὸς Φίλιππον ἑλέσθαι, ἵνα, εἴ πως δύναιτο, ἀπολάβοι τὰ λύτρα. πεισθέντες δ’ ὑμεῖς εἵλεσθ’ αὐτῷ Κτησιφῶντα πρεσβευτήν.



Aeschines, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Aeschin.].
<<Aeschin. 2.7 Aeschin. 2.12 (English) >>Aeschin. 2.14

Powered by PhiloLogic